Utente:Roberto Reggi/Storia Ecclesiastica (Socrate Scolastico) - Libro 7

Da Cathopedia, l'enciclopedia cattolica.
Vai alla navigazione Vai alla ricerca

Σωκράτης Σχολαστικός, Εκκλησιαστική Ιστορία

Socrate Scolastico - Storia Ecclesiastica

Testo

1

Ὡς τοῦ βασιλέως Ἀρκαδίου τελευτήσαντος, καὶ καταλιπόντος τὸν υἱὸν Θεοδόσιον ὀκταετῆ, Ἀνθέμιος ὕπαρχος τὴν τῶν ὅλων διοίκησιν ἐποιεῖτο. Τοῦ δὴ βασιλέως Ἀρκαδίου τελευτήσαντος τῇ πρώτῃ τοῦ Μαίου μηνὸς, ἐν ὑπατείᾳ Βάσσου καὶ Φιλίππου, Ὁνώριος μὲν ὁ αὐτοῦ ἀδελφὸς τὰ ἑσπέρια διεῖπε μέρη· ὑπὸ δὲ τῷ υἱῷ τῷ νέῳ Θεοδοσίῳ ὀκταετεῖ τυγχάνοντι τὰ τῆς ἑῴας ἐτάττετο· Ἀνθεμίου τοῦ ὑπάρχου τὴν διοίκησιν ποιουμένου τῶν ὅλων, ὃς ἔγγονος μὲν ἦν Φιλίππου τοῦ Παῦλον τὸν ἐπίσκοπον ἐπὶ Κωνσταντίου ἐκβαλόντος τῆς ἐκκλησίας, ἀντεισαγαγόντος δὲ Μακεδόνιον. Οὗτος τὰ μεγάλα τείχη τῇ Κωνσταντινουπόλει περιεβάλετο· φρονιμώτατος δὲ τῶν τότε ἀνθρώπων καὶ ἐδόκει καὶ ἦν, καὶ ἀβούλως ἔπραττεν οὐδέν· ἀλλὰ ἀνεκοινοῦτο πολλοῖς τῶν γνωρίμων περὶ τῶν πρακτέων, μάλιστα δὲ Τρωΐλῳ τῷ σοφιστῇ, ὃς μετὰ τῆς οὔσης αὐτῷ σοφίας καὶ κατὰ τὴν πολιτικὴν φρόνησιν τῷ Ἀνθεμίῳ ὔσης αὐτῷ σοφίας καὶ κατὰ τὴν πολιτικὴν φρόνησιν τῷ Ἀνθεμίῳ ἐφάμιλλος ἦν· διὸ σχεδὸν πάντα τῇ συμβουλῇ Τρωΐλου ἐπράττετο.

2

Περὶ Ἀττικοῦ τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου, ὁποῖος ἦν τὸ ἦθος. Τοῦ τοίνυν βασιλέως ὄγδοον ἔτος ἄγοντος, τρίτον ἔτος εἶχεν Ἀττικὸς τοῦτο ἐν τῇ Κωνσταντινουπόλει διαπρέπων· ἀνὴρ, ὡς φθάσαντες εἴπομεν, μετὰ τοῦ πολὺ πεπαιδεῦσθαι εὐλαβής τε καὶ φρόνιμος· διὸ καὶ τὰς ἐκκλησίας ἐπὶ αὐτοῦ συνέβη εἰς μέγα ἐπιδοῦναι. Οὐ γὰρ μόνον ‘τοὺς οἰκείους τῆς πίστεως’ συνεκρότει, ἀλλὰ καὶ τοὺς αἱρεσιώτας τῇ φρονήσει κατέπληττε· καὶ σκύλλειν μὲν αὐτοὺς οὐδαμῶς ᾑρεῖτο, φοβεῖν δὲ ἐπιχειρῶν αὖθις αὐτοῖς πρᾷον ἑαυτὸν ἐπεδείκνυεν. Ἀλλὰ μὴν οὔτε λόγων ἠμέλει· ἐπόνει γὰρ περὶ τὰ τῶν παλαιῶν ἀναγνώσματα, διανυκτερεύων ἐν αὐτοῖς· διὸ καὶ οὐκ ἐξενοφωνεῖτο παρὰ τῶν φιλοσόφων ἢ σοφιστῶν. Ἦν δὲ καὶ τοῖς ἐντυγχάνουσι χαρίεις τε καὶ ἐπαγωγὸς, καὶ τοῖς λυπουμένοις συνεστύγναζε· καὶ ἁπλῶς κατὰ τὸν ἀπόστολον ‘τοῖς πᾶσι τὰ πάντα ἐγίνετο.’ Καὶ πρότερον μὲν ἡνίκα ἐν τῷ πρεσβυτερίῳ ἐτάττετο, ἐκμαθὼν οὓς καὶ ἐπόνει λόγους ἐπ´ ἐκκλησίας ἐδίδασκε· μετὰ δὲ ταῦτα σὺν τῇ φιλοπονίᾳ καὶ παρρησίαν κτησάμενος, ἐξ αὐτοσχεδίου καὶ πανηγυρικωτέραν τὴν διδασκαλίαν ἐποιεῖτο. Οὐ μὴν τοιοῦτοι ἦσαν οἱ λόγοι ὡς καὶ παρὰ τῶν ἀκροατῶν σπουδάζεσθαι ἢ γραφῇ παραδίδοσθαι. Περὶ μὲν οὖν ἤθους αὐτοῦ καὶ τρόπου καὶ παιδεύσεως ἀποχρώντως εἰρήσθω· ὅσα μέντοι μνήμης ἄξια ἐπὶ τῶν αὐτοῦ χρόνων ἐγένετο, διηγήσομαι.

3

Περὶ Θεοδοσίου καὶ Ἀγαπητοῦ τῶν ἐν Συνάδοις ἐπισκοπησάντων. Ἐν Συνάδῳ πόλει τῆς Πακατιανῆς Φρυγίας, Θεοδόσιός τις ἐπί σκοπος ἦν, ὃς τοὺς ἐν αὐτῇ αἱρετικοὺς, — πολλοὶ δὲ ἐν αὐτῇ ὄντες ἐτύγχανον τῆς Μακεδονιανῶν θρησκείας, — συντόνως ἐδίωκεν· ἐξε λαύνων αὐτοὺς οὐ μόνον τῆς πόλεως, ἀλλὰ δὴ καὶ τῶν ἀγρῶν. Καὶ τοῦτο ἐποίει, οὐκ εἰωθὸς διώκειν τῇ ὀρθοδόξῳ ἐκκλησίᾳ, οὔτε μὴν ζήλῳ τῆς ὀρθῆς πίστεως, ἀλλὰ φιλαργυρίας πάθει δουλεύων ἐκ τῶν αἱρετικῶν χρήματα συλλέγειν ἐσπούδαζεν. Διὸ πάντα ἐκίνει κατὰ τῶν τὰ Μακεδονίου φρονούντων, τὰς χεῖρας ἐξοπλίζων τῶν ὑφ´ αὑτῷ κληρικῶν· καὶ μυρίαις κατ´ αὐτῶν χρώμενος μηχα ναῖς· οὐδὲ τοῦ δικαστηρίοις αὐτοὺς προσδεσμεῖν ἀπήλλακτο· μά λιστα δὲ τὸν ἐπίσκοπον αὐτῶν, ᾧ ὄνομα ἦν Ἀγαπητὸς, διαφόρως ἐτάραττεν. Ἐπειδὴ δὲ οἱ τῆς ἐπαρχίας ἄρχοντες οὐδαμῶς ἐξαρκεῖν αὐτῷ πρὸς τιμωρίαν ἐδόκουν, ἀναδραμὼν ἐπὶ τὴν Κωνσταντινού πολιν ἐπαρχικῶν προσταγμάτων ἐδέετο. Ἐν ὅσῳ οὖν ὁ Θεο δόσιος ἐν τῇ Κωνσταντινουπόλει διὰ ταῦτα παρεῖλκεν, ὁ Ἀγαπητὸς, ὃν προεστάναι τῆς Μακεδονίου θρησκείας ἔφην, ἐπὶ ἀγαθὴν ἦλθεν ἀπόνοιαν. Βουλευσάμενος γὰρ ἅμα τῷ αὐτοῦ κλήρῳ παντὶ, καὶ προσκαλεσάμενος τὸν ὑφ´ αὑτῷ λαὸν, πείθει τὴν τοῦ ‘ὁμοουσίου’ πίστιν προσδέξασθαι. Καὶ τοῦτο καταστήσας, εὐθὺς ὡς εἶχε σὺν πλήθει πολλῷ, μᾶλλον δὲ σὺν παντὶ τῷ λαῷ, ἐπὶ τὴν ἐκκλησίαν ὥρμησεν· εὐχήν τε ἐπιτελέσας, καταλαμβάνει τὸν θρόνον ἐν ᾧ εἰώθει ὁ Θεοδόσιος προκαθέζεσθαι. Ἑνώσας δὲ τὸν λαὸν καὶ τοῦ λοιποῦ τὴν τοῦ ‘ὁμοουσίου’ πίστιν διδάσκων, τῶν ὑπὸ Σύναδα ἐκκλησιῶν ἐγκρατὴς ἐγένετο. Τούτων οὕτω γενομένων, ἐφίσταται μετ´ οὐ πολὺ Θεοδόσιος, τὴν ἐπαρχικὴν βοήθειαν ἐπαγόμενος· οὐδέν τε τῶν γενομένων εἰδὼς, ὡς εἶχεν ἐπὶ τὴν ἐκκλησίαν ἐχώρει· ἐξελαθεὶς δὲ ἐξ αὐτῆς παρὰ πάντων ὁμοῦ, αὖθις ἐπὶ τὴν Κωνσταν τινούπολιν πάλιν ἐπορεύετο. Γενόμενός τε ἐν αὐτῇ ἐπὶ τοῦ ἐπισκόπου Ἀττικοῦ τὰ καθ´ ἑαυτὸν ἀπωδύρετο, ὡς παραλόγως εἴη τῆς ἐπισκοπῆς ἐκβληθείς. Ἀττικὸς δὲ γνοὺς πρᾶγμα λυσιτελῶς ἀποβὰν τῇ ἐκκλησίᾳ, τὸν μὲν Θεοδόσιον λόγῳ παρεμυθήσατο, πείσας ἀνεξικάκως τὸν ἡσύχιον βίον ἀσπάζεσθαι, προκρίνειν τε τὰ κοινὰ τῶν ἰδίων διδάξας. Γράφει τε τῷ Ἀγαπητῷ, ἔχεσθαι τῆς ἐπισκοπῆς μηδὲν ἐκ τῆς Θεοδοσίου λύπης ἀνιαρὸν ὑφορώ μενον.

4

Περὶ τοῦ ἰαθέντος ἐν τῷ θείῳ βαπτίσματι Ἰουδαίου παραλυτικοῦ ὑπὸ Ἀττικοῦ τοῦ ἐπισκόπου. Ἓν μὲν οὖν τοῦτο χρηστὸν ἐπὶ τῶν Ἀττικοῦ χρόνων τῇ ἐκκλησίᾳ ὑπῆρξεν· οὔτε δὲ θαυμάτων ἢ ἰαμάτων ἡ τῶν χρόνων τούτων κατάστασις ἄμοιρος ἦν. Ἰουδαῖος γάρ τις παραλυτικὸς ὢν ἐκ πολλῶν ἐτῶν ἐπὶ κλίνης κατέκειτο, καὶ πάσης ἰατρικῆς εἰς αὐτὸν γυμνασθείσης, καὶ πάσης Ἰουδαϊκῆς εὐχῆς οὐδὲν ἐπ´ αὐτῷ δυνηθείσης, τέλος προστρέχει τῷ Χριστιανικῷ βαπτίσματι, τούτῳ μόνῳ ἀληθινῷ ἰατρῷ χρήσασθαι πιστεύσας. Τοῦτο καταφανὲς τῷ ἐπισκόπῳ Ἀττικῷ ταχέως ἐγίνετο· κατηχήσας οὖν αὐτὸν, καὶ τὴν εἰς Χριστὸν ἐλπίδα εὐαγγελισάμενος, κομισθῆναι σὺν τῇ κλίνῃ κελεύει ἐπὶ τὸ φωτιστήριον. Ὁ δὲ παραλυτικὸς Ἰουδαῖος εἰλικρινεῖ πίστει τὸ βάπτισμα δεξάμενος, ἀπὸ τῆς κολυμβήθρας τοῦ βαπτιστηρίου ἀναληφθεὶς, εὐθὺς ἀπήλλακτο τοῦ νοσήματος, καὶ τοῦ λοιποῦ ἐν τοῖς ὑγιαίνουσιν ἦν. Ταύτην τὴν θεραπείαν ἡ τοῦ Χριστοῦ δύναμις καὶ ἐπὶ τοῖς ἡμετέροις καιροῖς δεῖξαι τοῖς ἀνθρώποις ἠθέλησε· δι´ ἣν Ἕλληνες μὲν πολλοὶ πιστεύσαντες ἐβαπτίσθησαν· Ἰουδαίους δὲ, καίπερ ‘σημεῖα ζητοῦντας,’ οὐδὲ τὰ γινόμενα σημεῖα προσηγάγετο. Τοιαῦτα μὲν οὖν παρὰ τοῦ Χριστοῦ τοῖς ἀνθρώποις ὑπῆρχε χρηστά.

5

Ὅπως Σαββάτιος ὁ ἐξ Ἰουδαίων, Ναυατιανῶν πρεσβύτερος, ἀπέστη τῶν ὁμοδοξούντων αὐτῷ. Πολλοὶ δὲ παρ´ οὐδὲν ταῦτα τιθέμενοι, τῇ αὐτῶν μοχθηρίᾳ ἐσχόλαζον· οὐ γὰρ μόνον Ἰουδαῖοι τοῖς γινομένοις τεραστίοις ἠπίστουν, ἀλλὰ δὴ καὶ οἱ φιλοῦντες ἐκείνοις ἀκολουθεῖν ἐφάμιλλα αὐτοῖς φρονοῦντες ἠλέγχθησαν. Σαββάτιος μὲν οὖν, οὗ μικρὸν ἔμπροσθεν ἐμνήσθημεν, μὴ βουλόμενος ἐν τῷ οἰκείῳ τάγματι τοῦ πρεσβυτερείου μένειν, ἐπισκοπεῖν δὲ ἐξ ἀρχῆς σπεύδων, ὑπὸ τοὺς αὐτοὺς χρόνους τῆς Ναυατιανῶν ἐκκλησίας ἀνεχώρησε, πρόφασιν τὴν παρατήρησιν τοῦ Ἰουδαϊκοῦ Πάσχα ποιούμενος. Παρασυνάγων οὖν τῷ ἐπισκόπῳ ἑαυτοῦ Σισιννίῳ ἐν τόπῳ τῆς πόλεως, ᾧ προσωνυμία Ξηρόλοφος, ἐν ᾧ νῦν ἡ ἀγορὰ Ἀρκαδίου ὀνομάζεται, πρᾶγμα ἐτόλμησε πολλῶν κινδύνων ἄξιον. Ἐν ἡμέρᾳ γὰρ συνάξεως τοῦ εὐαγγελίου περιοχὴν ἀναγινώσκων ἐν ᾧ λέλεκται, ὅτι, ‘Ἦν δὲ ἡ ἑορτὴ ἡ λεγομένη τῶν Ἰουδαίων Πάσχα,’ προστίθησι τὰ μηδαμῶς μήτε γεγραμμένα, μήτε ἀκουσθέντα ποτέ· ἔστι δὲ ταῦτα· ‘Ἐπικατάρατος,’ φησὶν, ‘ὁ ἔξω ἀζύμων τὸ Πάσχα ποιήσας.’ Τοῦτο ἀκουσθὲν διεδόθη εἰς τοὺς πολλούς· καὶ συναρπασθέντες οἱ ἀκέραιοι τῶν παρὰ Ναυατιανοῖς λαϊκῶν πρὸς αὐτὸν ἐχώρουν. Οὐ μὴν ἀπώνατο τοῦ σοφίσματος· εἰς κακὸν γὰρ τέλος αὐτῷ τὰ τῆς πλαστογραφίας κατέστρεψε. Μετ´ οὐ πολὺ γὰρ τὴν ἐκ προλήψεως ἑορτὴν ἐπετέλει· καὶ συνέρρεον πρὸς αὐτὸν ἐξ ἔθους πολλοί· καὶ τὴν ἐξ ἔθους παννυχίδα ποιούντων, θόρυβός τις δαιμόνιος ἐνέπεσεν εἰς αὐτοὺς, ὡς ἄρα Σισίννιος ὁ αὐτῶν ἐπίσκοπος σὺν πολλῷ πλήθει ἔρχεται κατ´ αὐτῶν. Καὶ ταραχῆς γενομένης, οἷα εἰκὸς, ἐν νυκτὶ καὶ στενῷ τόπῳ ἀποληφθέντες ἑαυτοὺς συνέτριψαν· ὡς ἀπολέσθαι ἐξ αὐτῶν ὑπὲρ τοὺς ἑβδομήκοντα ἀνθρώπους. Τοῦτο γενόμενον πολλοὺς τοῦ Σαββατίου ἀπέστησε· τινὲς δὲ αὐτῷ παρέμειναν τῇ ἀγροικικῇ προλήψει κρατούμενοι. Ἀλλὰ Σαββάτιος μὲν, ὡς ἐπὶ τὴν ἐπίορκον παρῆλθεν ἐπισκοπὴν, μικρὸν ὕστερον λέξομεν.

6

Περὶ τῶν προεστώτων τηνικαῦτα τῆς τῶν Ἀρειανῶν δόξης. Δωρόθεος δὲ ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας, ὃν ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὴν Κωνσταντινούπολιν μετενηνέχθαι ὑπὸ τῶν Ἀρειανῶν ἀνωτέρω ἐμνημονεύσαμεν, ἑκατὸν πρὸς τοῖς δεκαεννέα ἐπιβιοὺς ἔτη ἐτελεύτησεν ἐν ὑπατείᾳ Ὁνωρίου τὸ ἕβδομον καὶ Θεοδοσίου Αὐγούστου τὸ δεύτερον, τῇ ἕκτῃ τοῦ Νοεμβρίου μηνός. Μετὰ δὲ τοῦτον τῆς Ἀρειανῆς θρησκείας προέστη Βάρβας· ἐπὶ τούτου δὴ τοῦ Βάρβα, δύο ἀνδρῶν ἐλλογίμων ἡ τῶν Ἀρειανῶν θρησκεία ηὐτύχησε, τὴν ἀξίαν τοῦ πρεσβυτέρου ἐχόντων· Τιμόθεος θατέρῳ ὄνομα, τῷ δὲ ἑτέρῳ Γεώργιος. Ἀλλὰ Γεώργιος μὲν μᾶλλον τὴν Ἑλληνικὴν κατωρθώκει παίδευσιν· Τιμόθεος δὲ πάλιν τὰ ἱερὰ ἠσκεῖτο γράμματα. Καὶ μὴν καὶ τὰ Ἀριστοτέλους καὶ Πλάτωνος ἀεὶ μετὰ χεῖρας εἶχεν ὁ Γεώργιος· Τιμόθεος δὲ τὸν Ὠριγένην ἀνέπνεεν· καὶ δημοσίᾳ τὰ ἱερὰ ἑρμηνεύων γράμματα, οὐδὲ τῆς Ἑβραίων γλώσσης ἄμοιρος ἦν. Καὶ Τιμόθεος μὲν ἤδη πρότερον τῆς Ψαθυριανῶν θρησκείας ἦν· Γεώργιος δὲ ὑπὸ Βάρβα κεχειροτόνητο. Τῷ δὴ Τιμοθέῳ καὶ αὐτὸς ἐντετύχηκα, καὶ ἔγνων ὅπως τοῖς ἐπερωτῶσιν ἕτοιμος ἦν ἀποκρίνεσθαι, διαλύων ὅσα ἀσαφῆ κατὰ τὰ θεῖα εὑρίσκοιτο λόγια· πανταχοῦ τε τὸν Ὠριγένην ἐκάλει ὡς ἀληθῆ μάρτυρα τῶν ὑπ´ αὐτοῦ λεγομένων. Θαυμάσαι οὖν μοι ἔπεισι, πῶς οὗτοι οἱ ἄνδρες τῇ Ἀρειανῶν θρησκείᾳ παρέμειναν, ὧν ὁ μὲν τὸν Πλάτωνα ἀεὶ μετὰ χεῖρας εἶχεν, ὁ δὲ τὸν Ὠριγένην ἀνέπνεεν. Οὐδὲ γὰρ Πλάτων τὸ δεύτερον καὶ τὸ τρίτον αἴτιον, ὡς αὐτὸς ὀνομάζειν εἴωθεν, ἀρχὴν ὑπάρξεως εἰληφέναι φησί· καὶ Ὠριγένης συναΐδιον πανταχοῦ ὁμολογεῖ τὸν Υἱὸν τῷ Πατρί. Πλὴν εἰ καὶ τῇ ἑαυτῶν ἐκκλησίᾳ παρέμειναν, ἀλλ´ ὅμως τὴν Ἀρειανὴν θρησκείαν λεληθότως ἐπὶ τὸ κρεῖσσον μετέθεσαν· πολλὰς γὰρ τῶν Ἀρείου βλασφημιῶν ταῖς οἰκείαις διδασκαλίαις ἐξέβαλον. Ἀλλὰ περὶ μὲν τούτων τοιαῦτα εἰρήσθω· οὐκ εἰς μακρὰν δὲ καὶ Σισιννίου τοῦ Ναυατιανῶν ἐπισκόπου τελευτήσαντος ἐν τῇ αὐτῇ ὑπατείᾳ, χειροτονεῖται Χρύσανθος, περὶ οὗ μικρὸν ὕστερον λέξομεν.

7

Ὡς Θεόφιλον τὸν Ἀλεξανδρείας ἐπίσκοπον Κύριλλος διεδέξατο. Μετ´ οὐ πολὺ δὲ καὶ Θεόφιλος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος ληθαργικῷ πάθει περιπεσὼν ἐτελεύτησεν ἐν ὑπατείᾳ Ὁνωρίου τὸ ἔννατον καὶ Θεοδοσίου τὸ πέμπτον, τῇ πεντεκαιδεκάτῃ τοῦ Ὀκτωβρίου μηνός. Ἐπιμάχου δὲ γενομένης καὶ ἐνταῦθα τῆς ἐπισκοπῆς, οἱ μὲν ἐζήτουν ἐνθρονισθῆναι Τιμόθεον ἀρχιδιάκονον· οἱ δὲ Κύριλλον, ὃς ἦν ἀδελφιδοῦς Θεοφίλου. Στάσεως δὲ διὰ τοῦτο μεταξὺ τοῦ λαοῦ κινηθείσης, συνελαμβάνετο τῷ μέρει Τιμοθέου ὁ τοῦ στρατιωτικοῦ τάγματος ἡγεμὼν Ἀβουνδάτιος. Διὸ τρίτῃ ἡμέρᾳ μετὰ τὴν τελευτὴν Θεοφίλου ὁ Κύριλλος ἐνθρονισθεὶς, ἐπὶ τὴν ἐπισκοπὴν ἀρχικώτερον Θεοφίλου παρῆλθε· καὶ γὰρ ἐξ ἐκείνου ἡ ἐπισκοπὴ Ἀλεξανδρείας πέρα τῆς ἱερατικῆς τάξεως καταδυναστεύειν τῶν πραγμάτων ἔλαβε τὴν ἀρχήν. Εὐθέως οὖν Κύριλλος τὰς ἐν Ἀλεξανδρείᾳ Ναυατιανῶν ἐκκλησίας ἀποκλείσας, πάντα μὲν αὐτῶν τὰ ἱερὰ κειμήλια ἔλαβεν· τὸν δὲ ἐπίσκοπον αὐτῶν Θεόπεμπτον πάντων ὧν εἶχεν ἀφείλετο.

8

Περὶ Μαρουθᾶ τοῦ Μεσοποταμίας ἐπισκόπου, καὶ ὡς δι´ αὐτοῦ ὁ Χριστιανισμὸς ἐν Περσίδι διεπλατύνθη. Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὸν ἐν Περσίδι Χριστιανισμὸν πλατυνθῆναι συνέβη ἐξ αἰτίας τοιᾶσδε. Μεταξὺ Ῥωμαίων καὶ Περσῶν συνεχεῖς ἀεὶ πρεσβεῖαι γίνονται· διάφοροι δέ εἰσιν αἰτίαι, δι´ ἃς συνεχῶς παρ´ ἀλλήλους πρεσβεύονται. Χρεία δὴ οὖν καὶ τότε ἤγαγεν, ὥστε Μαρουθᾶν τὸν Μεσοποταμίας ἐπίσκοπον, οὗ μικρὸν ἔμπροσθεν μνήμην πεποιήμεθα, πεμφθῆναι παρὰ τοῦ βασιλέως Ῥωμαίων πρὸς τὸν βασιλέα Περσῶν. Ὁ δὲ βασιλεὺς τῶν Περσῶν πολλὴν εὐλάβειαν παρὰ τῷ ἀνδρὶ εὑρηκὼς, διὰ τιμῆς ἦγεν αὐτὸν, καὶ ὡς ὄντως θεοφιλεῖ προσεῖχεν. Τοῦτο γινόμενον ὑπέκνιζε τοὺς μάγους, οἳ πολὺ παρὰ τῷ Περσῶν βασιλεῖ ἰσχύουσιν· ἐδεδοίκεισαν γὰρ, μὴ τὸν βασιλέα Χριστιανίζειν πείσῃ. Καὶ γὰρ κεφαλαλγίαν αὐτοῦ χρονίαν, ἣν οἱ μάγοι θεραπεῦσαι μὴ δεδύνηνται, ταύτην ὁ Μαρουθᾶς εὐχαῖς ἐθεράπευσε. Βουλεύονται οὖν ἀπάτην οἱ μάγοι· καὶ ἐπειδὴ οἱ Πέρσαι τὸ πῦρ σέβουσιν, εἰώθει δὲ ὁ βασιλεὺς ἐν οἴκῳ τινὶ τὸ διηνεκῶς καιόμενον πῦρ προσκυνεῖν, ὑπὸ γῆν κατακρύψαντες ἄνθρωπον, καθ´ ὃν εἰώθει καιρὸν ὁ βασιλεὺς εὔχεσθαι, παρεσκεύασαν ἀναφθέγγεσθαι, ‘ἔξω βάλλεσθαι δεῖν τὸν βασιλέα, ἠσεβηκέναι γὰρ, ὅτι τὸν τῶν Χριστιανῶν ἱερέα νομίζει θεοφιλῆ.’ Ταῦτα ἀκούσας ὁ Ἰσδιγέρδης, (τοῦτο γὰρ ὄνομα τῷ Περσῶν βασιλεῖ,) αἰδούμενος μὲν, ἀποπέμπεσθαι δ´ οὖν ὅμως τὸν Μαρουθᾶν ἐβούλετο. Μαρουθᾶς δὲ ἀληθῶς θεοφιλὴς ἄνθρωπος εὐχαῖς προσέκειτο, δι´ ὧν εὑρίσκει τὸν παρὰ τῶν μάγων γενόμενον δόλον. Τῷ οὖν βασιλεῖ, ‘Μὴ παίζου,’ ἔφη, ‘βασιλεῦ· ἀλλ´ εἰσελθὼν, ὅτε τῆς φωνῆς ἀκούσεις, ὀρύξας τὸν δόλον εὑρήσεις· οὐ γὰρ τὸ πῦρ φθέγγεται, ἀλλὰ ἀνθρώπων κατασκευὴ τοῦτο ποιεῖ.’ Πείθεται τῷ Μαρουθᾷ ὁ Περσῶν βασιλεὺς, καὶ αὖθις εἰσῄει εἰς τὸν οἰκίσκον, ὅπου ἦν τὸ ἄσβεστον πῦρ. Ἐπεὶ δὲ αὖθις ἀκούει τῆς αὐτῆς φωνῆς, ὀρύττεσθαι τὸν τόπον ἐκέλευσε· καὶ ὁ προπέμπων τὴν νομισθεῖσαν θεοῦ φωνὴν ἐξηλέγχετο. Περιοργὴς οὖν γενόμενος ὁ βασιλεὺς τὸ τῶν μάγων γένος ἀπεδεκάτωσε· τούτου γενομένου, εἶπεν τῷ Μαρουθᾷ, ἔνθα ἂν βούλοιτο, κτίζειν ἐκκλησίας· ἐκ τούτου παρὰ Πέρσαις ὁ Χριστιανισμὸς ἐπλατύνετο. Τότε μὲν οὖν Μαρουθᾶς ἀποχωρήσας τῶν Περσῶν, αὖθις ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπανέρχεται· οὐκ εἰς μακρὰν δὲ πάλιν πρεσβείας ἕνεκεν ἀντεπέμπετο. Αὖθίς τε οἱ μάγοι σκευωρίας ἐπενοοῦντο, ὅπως ἂν μηδαμῶς τὸν ἄνδρα προσδέχοιτο ὁ βασιλεύς· ἐπενόησάν τε δυσωδίαν τινὰ κατασκευαστὴν, ὅθεν ὁ βασιλεὺς εἰώθει προσέρχεσθαι· διαβολῇ τε ἐχρῶντο, ὡς ἄρα ταύτην οἱ τῷ Χριστιανισμῷ συνόντες εἰργάσαντο. Ὡς δὲ ὁ βασιλεὺς, ἤδη πρότερον ὑπόπτους ἔχων τοὺς μάγους, σπουδαιότερον ἀνεζήτει τοὺς δράσαντας, αὖθις ἐξ αὐτῶν ἀνηυρίσκοντο οἱ τῆς κακῆς ὀδμῆς ποιηταί. Διὸ καὶ αὖθις πολλοὺς αὐτῶν ἐτιμωρήσατο· Μαρουθᾶν δὲ διὰ πλείονος ἦγε τιμῆς. Καὶ ἠγάπα μὲν Ῥωμαίους, καὶ τὴν πρὸς αὐτοὺς φιλίαν ἠσπάζετο· μικρὸν δὲ ἐδέησε καὶ Χριστιανίσαι αὐτὸν, πεῖραν δεδωκότος ἑτέραν τοῦ Μαρουθᾶ, σὺν Ἀβλάᾳ τῷ ἐπισκόπῳ Περσίδος. Ἄμφω γὰρ τὸν ὀχλοῦντα δαίμονα τῷ υἱῷ τοῦ βασιλέως ἀπήλασαν, νηστείαις καὶ προσευχαῖς σχολάσαντες. Καὶ ὁ Ἰσδιγέρδης μὲν ἔφθασε τελευτῆσαι, πρὶν τελείως Χριστιανίσαι· εἰς δὲ τὸν υἱὸν αὐτοῦ Βαραράνην ἧκεν ἡ βασιλεία· ἐφ´ οὗ αἱ μεταξὺ Ῥωμαίων καὶ Περσῶν σπονδαὶ διελύθησαν, ὡς ὀλίγον ὕστερον λέξομεν.

9

Οἱ κατὰ τούσδε τοὺς χρόνους ἐν Ἀντιοχείᾳ καὶ Ῥώμῃ ἐπισκοπήσαντες. Περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Ἀντιόχειαν Φλαβιανοῦ τελευτήσαντος, Πορφύριος τὴν ἐπισκοπὴν διεδέξατο· μετὰ δὴ Πορφύριον αὖθις Ἀλέξανδρος τῆς ἐκεῖσε ἐκκλησίας προέστη. Κατὰ δὲ τὴν Ῥωμαίων, Δάμασον ἐπὶ δεκαοκτὼ ἔτη τῆς ἐπισκοπῆς κρατήσαντα Σιρίκιος διεδέξατο· Σιρικίου δὲ δεκαπέντε ἔτη κρατήσαντος, Ἀναστάσιος ἐπὶ ἔτη τρία τῆς ἐκκλησίας ἐκράτησε· μετὰ .δὲ Ἀναστάσιον Ἰνοκέντιος· ὃς πρῶτος τοὺς ἐν Ῥώμῃ Ναυατιανοὺς ἐλαύνειν ἤρξατο, πολλάς τε αὐτῶν ἐκκλησίας ἀφείλετο.

10

Ὡς κατὰ τόνδε τὸν χρόνον ἡ Ῥώμη ὑπὸ βαρβάροις γέγονεν, Ἀλαρίχου ταύτην πορθήσαντος. Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὴν Ῥώμην ὑπὸ βαρβάρων ἁλῶναι συνέβη. Ἀλάριχος γάρ τις βάρβαρος, ὑπόσπονδος ὢν Ῥωμαίοις, καὶ τῷ βασιλεῖ Θεοδοσίῳ εἰς τὸν κατὰ Εὐγενίου τοῦ τυράννου πόλεμον συμμαχήσας, καὶ διὰ τοῦτο Ῥωμαϊκῇ ἀξίᾳ τιμηθεὶς, οὐκ ἤνεγκε τὴν εὐτυχίαν. Ἀλλὰ βασιλεύειν μὲν οὐ προείλετο· ἀναχωρήσας δὲ τῆς Κωνσταντινουπόλεως, ἐπὶ τὰ ἑσπέρια μέρη διέβαινε· γενόμενος δὲ ἐπὶ τὰ Ἰλλυριῶν εὐθὺς πάντα ἀνέτρεπε. Διαβαίνοντι δὲ αὐτῷ Θεσσαλοὶ ἀντέστησαν περὶ τὰς ἐκβολὰς τοῦ Πηνειοῦ ποταμοῦ, ὅθεν δι´ ὄρους Πίνδου ἐπὶ Νικόπολιν τῆς Ἠπείρου διαβῆναι ἐστί· καὶ συμβαλόντες περὶ τρισχιλίους ἀνεῖλον οἱ Θεσσαλοί. Μετὰ δὲ ταῦτα πᾶν τὸ παραπεσὸν ἀφανίζοντες οἱ σὺν αὐτῷ, τέλος καὶ τὴν Ῥώμην κατέλαβον· καὶ πορθήσαντες αὐτὴν, τὰ μὲν πολλὰ τῶν θαυμαστῶν ἐκείνων θεαμάτων κατέκαυσαν· τὰ δὲ χρήματα δι´ ἁρπαγῆς ἔλαβον· καὶ πολλοὺς τῆς συγκλήτου βουλῆς διαφόροις δίκαις ὑποβαλόντες ἀπώλεσαν. Καταπαίζων τε τῆς βασιλείας ἀναδείκνυσι βασιλέα, ὀνόματι Ἄτταλον· ὃν μίαν μὲν ἡμέραν ὡς βασιλέα δορυφορούμενον προϊέναι ἐκέλευε, τὴν δὲ ἄλλην ἐν δούλου τάξει φαίνεσθαι παρεσκεύαζεν. Καὶ ταῦτα καταπραξάμενος εἰς φυγὴν ἐτράπη, φήμης αὐτὸν ἐν φόβῳ καταστησάσης, ὡς εἴη ὁ βασιλεὺς Θεοδόσιος δύναμιν ἀποστείλας τὴν αὐτῷ πολεμήσουσαν. Τὰ μὲν οὖν τῆς φήμης οὐκ ἦν πεπλασμένα· ἀληθῶς γὰρ ἡ δύναμις ἐπορεύετο· κἀκεῖνος τὴν φήμην οὐχ ὑπομείνας, ἀλλ´, ὡς ἔφην, ἀποδρὰς ᾤχετο. Λέγεται δὲ ὡς ἀπιόντι αὐτῷ ἐπὶ τὴν Ῥώμην εὐλαβής τις ἀνὴρ, μοναχὸς τὸν βίον, παρῄνει, ‘μὴ ἐπιχαίρειν ἐν τηλικούτοις κακοῖς, μηδὲ χαίρειν φόνοις καὶ αἵμασιν.’ Ὁ δὲ, ‘Οὐκ ἐγὼ,’ ἔφη, ‘ἐθελοντὴς ἐπὶ τὰ ἐκεῖ πορεύομαι· ἀλλά τις καθ´ ἑκάστην ὀχλεῖ μοι βασανίζων, καὶ λέγων, "Ἄπιθι, τὴν Ῥωμαίων πόρθησον πόλιν."’ Τοσαῦτα μὲν καὶ περὶ τούτου.

11

Περὶ τῶν ἐν Ῥώμῃ ἐπισκοπησάντων. Μετὰ δὲ Ἰνοκέντιον Ζώσιμος τῆς ἐν Ῥώμῃ ἐκκλησίας ἐπὶ δύο ἔτη ἐκράτησε· καὶ μετὰ τοῦτον δὲ Βονιφάτιος ἔτη τρία τῆς ἐκκλησίας προέστη· ὃν Κελεστῖνος διεδέξατο. Καὶ οὗτος ὁ Κελεστῖνος τὰς ἐν Ῥώμῃ Ναυατιανῶν ἐκκλησίας ἀφείλετο, καὶ τὸν ἐπίσκοπον αὐτῶν Ῥουστικούλαν κατ´ οἰκίας ἐν παραβύστῳ συνάγειν ἠνάγκασεν. Ἄχρι γὰρ τούτου Ναυατιανοὶ μεγάλως ἐπὶ τῆς Ῥώμης ἤνθησαν, ἐκκλησίας πλείστας ἔχοντες, καὶ λαὸν πολὺν συναθροίζοντες. Ἀλλ´ ὁ φθόνος καὶ τούτων ἥψατο, τῆς Ῥωμαίων ἐπισκοπῆς ὁμοίως τῇ Ἀλεξανδρέων πέρα τῆς ἱερωσύνης ἐπὶ δυναστείαν ἤδη πάλαι προελθούσης. Καὶ διὰ τοῦτο οὐδὲ τοὺς ὁμοφρονοῦντας οἱ ἐπίσκοποι ἐπ´ ἀδείας συνάγεσθαι συνεχώρησαν· ἀλλὰ πάντα λαβόντες αὐτῶν, μόνον διὰ τὴν ὁμοφροσύνην ἐπαινοῦσιν αὐτούς. Οὐ μὴν οἱ ἐν Κωνσταντινουπόλει τοῦτο πεπόνθασιν· ἀλλὰ μετὰ τοῦ στέργειν αὐτοὺς καὶ ἔνδον πόλεως συνάγειν εἴασαν, ὡς δὴ πρότερον ἤδη ταῦτα ἱκανῶς ἔφην.

12

Περὶ Χρυσάνθου τοῦ Ναυατιανῶν ἐν Κωνσταντινουπόλει ἐπισκόπου. Σισιννίου δὲ τελευτήσαντος, Χρύσανθος καθειλκύσθη εἰς τὴν ἐπισκοπήν· ὃς υἱὸς μὲν ἦν Μαρκιανοῦ τοῦ γενομένου Ναυατιανῶν ἐπισκόπου πρὸ Σισιννίου. Ἐκ νέας δὲ ἡλικίας κατὰ τὰ βασίλεια στρατευσάμενος, ὕστερον ἐπὶ τοῦ μεγάλου Θεοδοσίου τοῦ βασιλέως ὑπατικὸς τῆς Ἰταλίας γενόμενος, μετὰ ταῦτα καὶ βικάριος τῶν Βρεττανικῶν νήσων καταστὰς ἐθαυμάσθη ἐπὶ ταῖς διοικήσεσι. Προβὰς δὲ τῇ ἡλικίᾳ, καὶ καταλαβὼν τὴν Κωνσταντινούπολιν, σπεύδων δὲ ἔπαρχος γενέσθαι πόλεως, εἰς τὴν ἐπισκοπὴν ἄκων εἱλκύσθη. Σισιννίου γὰρ ἐν καιρῷ τελευτῆς μνείαν αὐτοῦ ὡς ἐπιτηδείου πρὸς τὴν ἐπισκοπὴν ποιησαμένου, ὁ Ναυατιανῶν λαὸς ὡς νόμον τὴν ἐκείνου φωνὴν λαβὼν, καὶ ἄκοντα βιαίως ἕλκειν ἐπεχείρουν. Τοῦ δὴ Χρυσάνθου φυγόντος, Σαββάτιος καιρὸν νομίσας εὑρηκέναι εὔκαιρον, ἐν ᾧ τῶν ἐκκλησιῶν ἐγκρατὴς γένηται, κατασκευάζει χεῖρας ἐπιθεῖναι αὐτῷ τινὰς ἀσήμους, τὸν ὅρκον ὃν ὀμωμόκει παρ´ οὐδὲν θέμενος. Ἐν δὲ τοῖς χειροτονήσασιν αὐτὸν ἦν καὶ Ἑρμογένης, ὃς ἐπὶ βλασφήμοις συγγράμμασιν ὑπ´ αὐτοῦ μετὰ κατάρας ἐκκεκήρυκτο. Οὐ μὴν αὐτῷ ὁ σκοπὸς τέλος ἐδέξατο· μισήσας γὰρ αὐτοῦ ὁ λαὸς τὸ δύστροπον, ὅτι πάντα σκοπὸν τοῦ παρεισδῦναι εἰς τὴν ἐπισκοπὴν ἔπραττε, παντοῖος ἐγένετο ἀνερευνᾷν τὸν Χρύσανθον· ὃν καὶ εὑρόντες περὶ Βιθυνίαν κρυπτόμενον, πρὸς τὴν ἐπισκοπὴν ἑλκύσαντες προεβάλοντο. Οὗτος ὁ ἀνὴρ φρόνιμος ἐν ταὐτῷ καὶ σώφρων, εἰ καί τις ἄλλος, ὑπῆρχε· καὶ σφόδρα τὰς Ναυατιανῶν ἐκκλησίας ἐν τῇ Κωνσταντινουπόλει συνεκρότησέν τε καὶ ηὔξησε. Καὶ πρῶτος τοῖς πτωχοῖς οἴκοθεν χρυσίον διένειμεν· ἀπό τε τῶν ἐκκλησιῶν οὐδὲν ἐδέξατο, πλὴν κατὰ Κυριακὴν δύο ἄρτους τῶν εὐλογιῶν ἐλάμβανεν. Οὕτω δὲ ἦν περὶ τὴν ἑαυτοῦ ἐκκλησίαν σπουδαῖος, ὡς καὶ Ἀβλάβιον τὸν ἑαυτοῦ γενναιότατον ῥήτορα τοῦ σοφιστοῦ Τρωΐλου συλλαβεῖν, καὶ πρὸς τὴν τοῦ πρεσβυτέρου τάξιν προχειρίσασθαι· οὗ γλαφυραὶ προσομιλίαι καὶ σύντονοι φέρονται. Ἀλλ´ Ἀβλάβιος μὲν ὕστερον τῆς ἐν Νικαίᾳ τῶν Ναυατιανῶν ἐκκλησίας ἐπίσκοπος κατέστη, ἐν ταὐτῷ καὶ σοφιστεύων ἐν ταύτῃ.

13

Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γενομένης μάχης μεταξὺ Χριστιανῶν καὶ Ἰουδαίων, καὶ τῆς τοῦ ἐπισκόπου Κυρίλλου πρὸς τὸν ὕπαρχον Ὀρέστην διαφορᾶς.
Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὸ Ἰουδαίων ἔθνος τῆς Ἀλεξανδρείας ἐξελαθῆναι ὑπὸ τοῦ ἐπισκόπου Κυρίλλου συνέβη δι´ αἰτίαν τοιάνδε. Ὁ Ἀλεξανδρέων δῆμος πλέον τῶν ἄλλων δήμων χαίρει ταῖς στάσεσιν· εἰ δέ ποτε καὶ προφάσεως ἐπιλάβηται, εἰς ἀφόρητα καταστρέφει κακά· δίχα γὰρ αἵματος οὐ παύεται τῆς ὁρμῆς. Ἔτυχε δὲ τότε στασιάζειν αὐτὸ τὸ πλῆθος πρὸς ἑαυτὸ οὐ δι´ ἀναγκαίαν τινὰ πρόφασιν, ἀλλὰ διὰ τὸ ἐπιπολάζον ἁπάσαις ταῖς πόλεσι κακὸν, φημὶ δὴ τὸ σπουδάζειν περὶ τοὺς ὀρχηστάς. Ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ σαββάτου ὀρχούμενος πλείονας ὄχλους συνήθροιζε, τῷ Ἰουδαίους ἀργοῦντας ἐν αὐτῇ, μὴ τῇ ἀκροάσει τοῦ νόμου ἀλλὰ τοῖς θεατρικοῖς σχολάζειν, ἐπίμαχος τοῖς τοῦ δήμου μέρεσιν ἡ ἡμέρα κατέστη. Καὶ τούτου τρόπον τινὰ ὑπὸ τοῦ ὑπάρχου τῆς Ἀλεξανδρείας ἐν τάξει καταστάντος, οὐδὲν ἧττον ἔμειναν οἱ Ἰουδαῖοι τοῖς τοῦ ἑτέρου μέρους ἀντιπαθοῦντες· καὶ ἀεὶ μὲν πολέμιοι πανταχοῦ τοῖς Χριστιανοῖς καθεστῶτες, ἔτι δὲ πλέον διὰ τοὺς ὀρχηστὰς ἐκπεπολέμωντο καθ´ ἑαυτῶν. Καὶ δὴ τότε Ὀρέστου τοῦ τῆς Ἀλεξανδρείας ἐπάρχου ‘πολιτείαν’ ἐν τῷ θεάτρῳ ποιοῦντος, —οὕτω δὲ ὀνομάζειν εἰώθασιν τὰς δημοτικὰς διατυπώσεις, —παρῆσαν καὶ τοῦ ἐπισκόπου Κυρίλλου οἱ σπουδασταὶ, τὰς γινομένας παρὰ τοῦ ἐπάρχου διατυπώσεις γνῶναι βουλόμενοι. Ἦν δὲ ἐν αὐτοῖς τις ἀνὴρ ὀνόματι Ἱέραξ, ὃς γραμμάτων μὲν τῶν πεζῶν διδάσκαλος ἦν, διάπυρος δὲ ἀκροατὴς τοῦ ἐπισκόπου Κυρίλλου καθεστὼς, καὶ περὶ τὸ κρότους ἐν ταῖς διδασκαλίαις αὐτοῦ ἐγείρειν ἦν σπουδαιότατος. Τοῦτον τοίνυν τὸν Ἱέρακα τὸ πλῆθος τῶν Ἰουδαίων ἐν τῷ θεάτρῳ θεασάμενοι κατεβόων εὐθὺς, ὡς ‘δι´ οὐδὲν ἄλλο παραβάλλει τῷ θεάτρῳ, ἢ ἵνα στάσιν τῷ δήμῳ ἐμβάλοι.’ Ὀρέστης δὲ καὶ πρότερον μὲν ἐμίσει τὴν δυναστείαν τῶν ἐπισκόπων, ὅτι παρῃροῦντο πολὺ τῆς ἐξουσίας τῶν ἐκ βασιλέως ἄρχειν τεταγμένων· μάλιστα δὲ ὅτι καὶ ἐποπτεύειν αὐτοῦ τὰς διατυπώσεις Κύριλλος ἐβούλετο· ἁρπάσας οὖν τὸν Ἱέρακα δημοσίᾳ ἐν τῷ θεάτρῳ βασάνοις ὑπέβαλλεν. Τοῦτο γνοὺς ὁ Κύριλλος μεταπέμπεται τοὺς Ἰουδαίων πρωτεύοντας, καὶ ὅσα εἰκὸς, εἰ μὴ παύσαιντο κατὰ Χριστιανῶν στασιάζοντες, διηπείλησε. Τὸ δὲ πλῆθος τῶν Ἰουδαίων τῆς ἀπειλῆς αἰσθόμενον φιλονεικότερον γέγονε· καὶ μηχανὰς ἐπενόουν ἐπὶ βλάβῃ τῶν Χριστιανῶν, ὧν τὴν κορυφαιοτάτην καὶ αἰτίαν τοῦ ἐξελαθῆναι αὐτοὺς τῆς Ἀλεξανδρείας γενομένην διηγήσομαι. Σύνθεμα δόντες ἑαυτοῖς, δακτυλίου φόρεμα ἐκ φοίνικος γεγονὸς φλοιοῦ θαλλοῦ, νυκτομαχίαν κατὰ τῶν Χριστιανῶν ἐπενόησαν. Καὶ ἐν μιᾷ τῶν νυκτῶν κηρύσσειν κατὰ τὰ κλίματα τῆς πόλεως τινὰς παρεσκεύασαν βοῶντας, ὡς ‘ἡ ἐπώνυμος Ἀλεξάνδρου ἐκκλησία πᾶσα πυρὶ καίοιτο.’ Τοῦτο ἀκούσαντες Χριστιανοὶ ἄλλος ἀλλαχόθεν συνέτρεχεν, ὡς τὴν ἐκκλησίαν περισώσοντες· οἵτε Ἰουδαῖοι εὐθὺς ἐπετίθεντο καὶ ἀπέσφαττον ἀλλήλων μὲν ἀπεχόμενοι, δεικνύντες τοὺς δακτυλίους· τοὺς δὲ προσπίπτοντας τῶν Χριστιανῶν ἀναιροῦντες. Γενομένης δὲ ἡμέρας, οὐκ ἐλάνθανον οἱ τὸ ἄγος ἐργασάμενοι· ἐφ´ ᾧ κινηθεὶς ὁ Κύριλλος σὺν πολλῷ πλήθει ἐπὶ τὰς συναγωγὰς τῶν Ἰουδαίων παραγενόμενος, —οὕτω γὰρ τοὺς εὐκτηρίους αὐτῶν ὀνομάζουσι τόπους, —τὰς μὲν ἀφαιρεῖται, τοὺς δὲ ἐξελαύνει τῆς πόλεως, καὶ τὰς οὐσίας αὐτῶν διαρπαγῆναι ὑπὸ τοῦ πλήθους ἀφείς. Οἱ μὲν οὖν Ἰουδαῖοι, ἐκ τῶν Ἀλεξάνδρου τοῦ Μακεδόνος χρόνων οἰκήσαντες τὴν πόλιν, τότε αὐτῆς γυμνοὶ ἅπαντες ἀπανέστησαν, καὶ ἄλλοι ἀλλαχοῦ διεσπάρησαν. Ἀδαμάντιος δὲ ἰατρικῶν λόγων σοφιστὴς, ἐπὶ τὴν Κωνσταντινούπολιν ὁρμήσας, καὶ τῷ ἐπισκόπῳ προσφυγὼν Ἀττικῷ, ἐπαγγειλάμενός τε Χριστιανίζειν αὖθις ὑστέρῳ χρόνῳ τὴν Ἀλεξάνδρειαν ᾤκησεν. Ὁ τοίνυν τῆς Ἀλεξανδρέων ἔπαρχος Ὀρέστης σφόδρα ἐπὶ τῷ γενομένῳ ἐχαλέπῃνε· καὶ πένθος μέγα ἐτίθετο τηλικαύτην πόλιν οὕτως ἄρδην τοσούτων ἐκκενωθῆναι ἀνθρώπων· διὸ καὶ τὰ γενόμενα ἀνέφερε βασιλεῖ. Κύριλλος δὲ καὶ αὐτὸς τὰς Ἰουδαίων πλημμελείας γνωρίμους καθιστῶν βασιλεῖ οὐδὲν ἧττον καὶ περὶ φιλίας πρὸς Ὀρέστην ἐπρεσβεύετο· τοῦτο γὰρ ὁ λαὸς τῶν Ἀλεξανδρέων αὐτὸν ποιεῖν κατηνάγκαζεν. Ἐπεὶ δὲ τοὺς περὶ φιλίας λόγους Ὀρέστης οὐ προσεδέχετο, τὴν βίβλον τῶν εὐαγγελίων ὁ Κύριλλος προΐσχετο, διὰ ταύτης γοῦν καταιδέσειν τὸν Ὀρέστην ἡγούμενος. Ὡς δὲ οὐδὲ τούτῳ τῷ τρόπῳ ὁ Ὀρέστης ἐμαλάσσετο, ἀλλ´ ἔμενε μεταξὺ αὐτῶν ἄσπονδος πόλεμος, τάδε ἐπισυνέβη γενέσθαι.

Circa l'avvenuto conflitto in Alessandria tra cristiani e Giudei, e il dissidio tra il vescovo Cirillo e il prefetto Oreste.
...

14

Ὡς οἱ κατὰ τὴν Νιτρίαν μοναχοὶ εἰς Ἀλεξάνδρειαν ὑπὲρ Κυρίλλου κατελθόντες πρὸς τὸν ὕπαρχον Ὀρέστην ἐστασίασαν.
Τῶν ἐν τοῖς ὄρεσι τῆς Νιτρίας μοναχῶν τινες ἔνθερμον ἔχοντες φρόνημα ἀπὸ Θεοφίλου ἀρξάμενοι, ὅτε αὐτοὺς ἐκεῖνος κατὰ τῶν περὶ Διόσκορον ἀδίκως ἐξώπλισε, ζῆλόν τε τότε κτησάμενοι προθύμως καὶ ὑπὲρ Κυρίλλου μάχεσθαι προῃροῦντο. Ἀφέμενοι οὖν τῶν μοναστηρίων ἄνδρες περὶ τοὺς πεντακοσίους, καὶ καταλαβόντες τὴν πόλιν, ἐπιτηροῦσιν ἐπὶ τοῦ ὀχήματος προϊόντα τὸν ἔπαρχον. Καὶ προσελθόντες ἀπεκάλουν ‘θύτην καὶ Ἕλληνα,’ καὶ ἄλλα πολλὰ περιύβριζον. Ὁ δὲ ὑποτοπήσας σκευωρίαν αὐτῷ παρὰ Κυρίλλου γίνεσθαι, ἐβόα ‘Χριστιανός τε εἶναι, καὶ ὑπὸ Ἀττικοῦ τοῦ ἐπισκόπου ἐν τῇ Κωνσταντινουπόλει βεβαπτίσθαι.’ Ὡς δὲ οὐ προσεῖχον τοῖς λεγομένοις οἱ μοναχοὶ εἷς τις ἐξ αὐτῶν Ἀμμώνιος ὄνομα λίθῳ βάλλει τὸν Ὀρέστην κατὰ τῆς κεφαλῆς. Καὶ πληροῦται μὲν αἵματι ὅλος ἐκ τοῦ τραύματος· ὑποχωροῦσι δὲ οἱ ταξεῶται πλὴν ὀλίγων, ἄλλος ἀλλαχοῦ ἐν τῷ πλήθει διαδύναντες, τὸν ἐκ τῆς βολῆς τῶν λίθων θάνατον φυλαττόμενοι. Ἐν τοσούτῳ δὲ συνέρρεον οἱ τῶν Ἀλεξανδρέων δῆμοι, ἀμύνασθαι τοὺς μοναχοὺς ὑπὲρ τοῦ ἐπάρχου προθυμούμενοι· καὶ τοὺς μὲν ἄλλους πάντας εἰς φυγὴν ἔτρεψαν, τὸν Ἀμμώνιον δὲ συλλαβόντες παρὰ τὸν ἔπαρχον ἄγουσιν· ὃς δημοσίᾳ κατὰ τοὺς νόμους ἐξετάσει αὐτὸν ὑποβαλὼν ἐπὶ τοσοῦτον ἐβασάνισεν, ὡς ἀποκτεῖναι. Οὐκ εἰς μακρὰν δὲ καὶ τὰ γενόμενα γνώριμα τοῖς κρατοῦσι κατέστησεν· οὐ μὴν ἀλλὰ καὶ Κύριλλος τὰ ἐναντία ἐγνώριζε βασιλεῖ, τοῦ δὲ Ἀμμωνίου τὸ σῶμα ἀναλαβὼν καὶ ἐν μιᾷ τῶν ἐκκλησιῶν ἀποθέμενος, ὄνομα ἕτερον αὐτῷ ἐπιθεὶς ‘Θαυμάσιον’ ἐπεκάλεσε, καὶ ‘μάρτυρα’ χρηματίζειν ἐκέλευσεν, ἐγκωμιάζων αὐτοῦ ἐπ´ ἐκκλησίας τὸ φρόνημα, ὡς ἀγῶνα ὑπὲρ εὐσεβείας ἀνελομένου. Ἀλλ´ οἱ σωφρονοῦντες, καίπερ Χριστιανοὶ ὄντες, οὐκ ἀπεδέχοντο τὴν περὶ τούτου Κυρίλλου σπουδήν. Ἠπίσταντο γὰρ προπετείας δίκην δεδωκέναι τὸν Ἀμμώνιον, οὐ μὴν ἀνάγκῃ ἀρνήσεως Χριστοῦ ἐναποθανεῖν ταῖς βασάνοις· διὸ καὶ Κύριλλος κατὰ βραχὺ τῷ ἡσυχάζειν λήθην τοῦ γινομένου εἰργάσατο. Ἀλλ´ οὐχ ἕως τούτου ἔστη τὸ δεινὸν τῆς μεταξὺ Κυρίλλου καὶ Ὀρέστου φιλονεικίας· ἀπέσβεσε γὰρ ταύτην ἕτερόν τι ἐπισυμβὰν τοῖς φθάσασι παραπλήσιον.

Come i monaci della Nitria, essendo scesi ad Alessandria, si ribellarono al prefetto Oreste
...

15

Περὶ Ὑπατίας τῆς φιλοσόφου.
Ἦν τις γυνὴ ἐν τῇ Ἀλεξανδρείᾳ, τοὔνομα Ὑπατία· αὕτη Θέωνος μὲν τοῦ φιλοσόφου θυγάτηρ ἦν· ἐπὶ τοσοῦτον δὲ προὔβη παιδείας, ὡς ὑπερακοντίσαι τοὺς κατ´ αὐτὴν φιλοσόφους, τὴν δὲ Πλατωνικὴν ἀπὸ Πλωτίνου καταγομένην διατριβὴν διαδέξασθαι, καὶ πάντα τὰ φιλόσοφα μαθήματα τοῖς βουλομένοις ἐκτίθεσθαι· διὸ καὶ οἱ πανταχόθεν φιλοσοφεῖν βουλόμενοι κατέτρεχον παρ´ αὐτήν. Διὰ τὴν προσοῦσαν αὐτῇ ἐκ τῆς παιδεύσεως σεμνὴν παρρησίαν καὶ τοῖς ἄρχουσι σωφρόνως εἰς πρόσωπον ἤρχετο· καὶ οὐκ ἦν τις αἰσχύνη ἐν μέσῳ ἀνδρῶν παρεῖναι αὐτήν· πάντες γὰρ δι´ ὑπερβάλλουσαν σωφροσύνην πλέον αὐτὴν ᾐδοῦντο καὶ κατεπλήττοντο.

Κατὰ δὴ ταύτης τότε ὁ φθόνος ὡπλίσατο· ἐπεὶ γὰρ συνετύγχανε συχνότερον τῷ Ὀρέστῃ, διαβολὴν τοῦτ´ ἐκίνησε κατ´ αὐτῆς παρὰ τῷ τῆς ἐκκλησίας λαῷ, ὡς ἄρα εἴη αὕτη ἡ μὴ συγχωροῦσα τὸν Ὀρέστην εἰς φιλίαν τῷ ἐπισκόπῳ συμβῆναι. Καὶ δὴ συμφρονήσαντες ἄνδρες τὸ φρόνημα ἔνθερμοι, ὧν ἡγεῖτο Πέτρος τις ἀναγνώστης, ἐπιτηροῦσι τὴν ἄνθρωπον ἐπανιοῦσαν ἐπὶ οἰκίαν ποθέν· καὶ ἐκ τοῦ δίφρου ἐκβαλόντες, ἐπὶ τὴν ἐκκλησίαν ᾗ ἐπώνυμον Καισάριον συνέλκουσιν, ἀποδύσαντές τε τὴν ἐσθῆτα ὀστράκοις ἀνεῖλον· καὶ μεληδὸν διασπάσαντες, ἐπὶ τὸν καλούμενον Κιναρῶνα τὰ μέλη συνάραντες πυρὶ κατηνάλωσαν. Τοῦτο οὐ μικρὸν μῶμον Κυρίλλῳ καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ εἰργάσατο· ἀλλότριον γὰρ παντελῶς τῶν φρονούντων τὰ Χριστοῦ φόνοι καὶ μάχαι καὶ τὰ τούτοις παραπλήσια. Καὶ ταῦτα πέπρακται τῷ τετάρτῳ ἔτει τῆς Κυρίλλου ἐπισκοπῆς, ἐν ὑπατείᾳ Ὁνωρίου τὸ δέκατον, καὶ Θεοδοσίου τὸ ἕκτον, ἐν μηνὶ Μαρτίῳ, νηστειῶν οὐσῶν.

Circa la filosofa Ipazia
C'era una donna in Alessandria di nome Ipazia. Era figlia del filosofo Teone. Ottenne tali successi nella letteratura e nella scienza da superare di gran lunga tutti i filosofi del suo tempo. Provenendo dalla scuola di Platone e di Plotino, lei spiegò i principi della filosofia ai suoi uditori, molti dei quali venivano da lontano per ascoltare le sue lezioni. Facendo conto sulla padronanza di sé e sulla facilità di modi che aveva acquisito in conseguenza dello sviluppo della sua mente, non raramente apparve in pubblico davanti ai magistrati. Né lei si sentì confusa nell'andare ad una riunione di maschi: tutti infatti, tenendo conto della sua dignità straordinaria e della sua virtù, l'ammiravano di più.

Contro di lei si armò l'invidia. Ipazia aveva avuto frequenti incontri con Oreste. Questo fatto fu interpretato calunniosamente dal popolino cristiano che pensò fosse lei ad impedire ad Oreste di riconciliarsi con il vescovo (Cirillo d'Alessandria). Alcuni poi, spinti da uno zelo fiero e bigotto, sotto la guida di un tal Pietro, lettore, le tesero un'imboscata mentre ritornava a casa. La trassero fuori dalla sua carrozza e la portarono nella chiesa chiamata Caesareum, dove la spogliarono completamente e poi l'assassinarono con delle tegole. Dopo avere fatto il suo corpo a pezzi, portarono i lembi strappati in un luogo chiamato Cinaron, e là li bruciarono. Questo affare portò non poco sdegno contro Cirillo e contro alla chiesa di Alessandria: infatti nulla può essere più estraneo da i seguaci degli (insegnamenti) di Cristo che uccisioni, lotte e cose del genere. Questo accadde nel mese di marzo durante la quaresima, nel quarto anno dell'episcopato di Cirillo, sotto il decimo consolato di Onorio ed il sesto di Teodosio.

16

Ὡς πάλιν Ἰουδαῖοι πρὸς Χριστιανοὺς πόλεμον συμμίξαντες δίκας ἔτισαν. Ὀλίγον δὲ μετὰ τόνδε τὸν χρόνον Ἰουδαῖοι πάλιν ἄτοπα κατὰ Χριστιανῶν πράξαντες δίκην δεδώκασιν. Ἐν Ἰνμεστὰρ, οὕτω καλουμένῳ τόπῳ, ὃς κεῖται μεταξὺ Χαλκίδος καὶ Ἀντιοχείας τῆς ἐν Συρίᾳ, Ἰουδαῖοι συνήθως ἑαυτοῖς παίγνια ἐπετέλουν τινά. Καὶ πολλὰ ἐν τῷ παίζειν ἄλογα ποιοῦντες, ὑπὸ μέθης ἐξαχθέντες, Χριστιανούς τε καὶ αὐτὸν τὸν Χριστὸν ἐν τοῖς παιγνίοις διέσυρον· γελῶντές τε τὸν σταυρὸν καὶ τοὺς ἐπηλπικότας ἐπὶ τῷ Ἐσταυρωμένῳ, καὶ τοιοῦτόν τι ἐπενόησαν. Παιδίον Χριστιανὸν συλλαβόμενοι σταυρῷ προσδήσαντες ἀπεκρέμασαν· καὶ πρῶτον μὲν καταγελῶντες καὶ χλευάζοντες διετέλουν· μετ´ οὐ πολὺ δὲ καὶ τῶν φρενῶν ἐκστάντες τὸ παιδίον ᾐκίσαντο, ὥστε καὶ ἀνελεῖν. Ἐπὶ τούτῳ χαλεπὴ μὲν συμπληγὰς μεταξὺ αὐτῶν τε καὶ Χριστιανῶν ἐγίνετο· γνώριμον δὲ τοῦτο τοῖς κρατοῦσι καταστὰν, ἐπεστάλη τοῖς κατὰ τὴν ἐπαρχίαν ἄρχουσιν, ἀναζητῆσαι τοὺς αἰτίους καὶ τιμωρήσασθαι· καὶ οὕτως οἱ ἐκεῖ Ἰουδαῖοι δίκην ἔδοσαν, ὧν παίζοντες ἐκακούργησαν.

17

Περὶ Παύλου ἐπισκόπου Ναυατιανῶν, καὶ περὶ τοῦ γεγονότος παραδόξου σημείου ὑπ´ αὐτοῦ μέλλοντος βαπτίζειν τὸν ἀπατεῶνα Ἰουδαῖον. Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος Χρύσανθος, ἐπὶ ἑπτὰ ἔτη τῶν ὑφ´ αὑτὸν ἐκκλησιῶν προστὰς, ἐτελεύτησεν ἐν ὑπατείᾳ Μοναξίου καὶ Πλίνθα, ἕκτῃ καὶ εἰκάδι Αὐγούστου μηνός. Διεδέξατο δὲ τὴν ἐπισκοπὴν Παῦλος· ὃς πρότερον μὲν λόγων Ῥωμαϊκῶν διδάσκαλος ἦν, μετὰ δὲ ταῦτα πολλὰ χαίρειν τῇ Ῥωμαϊκῇ φράσας φωνῇ, ἐπὶ τὸν ἀσκητικὸν ἐτράπη βίον· καὶ συστησάμενος ἀνδρῶν σπουδαίων μοναστήριον, οὐκ ἀλλοιότερον τῶν ἐν τῇ ἐρήμῳ μοναχῶν διετέλει. Τοιοῦτον γὰρ αὐτὸν ἐγὼ κατέλαβον ὄντα, οἵους ὁ Εὐάγριος φησὶ δεῖν εἶναι τοὺς ἐν ταῖς ἐρήμοις διατρίβοντας μοναχούς. Πάντα γὰρ ἐκείνους μιμούμενος διετέλει, τὴν συνεχῆ νηστείαν, τὸ ὀλίγα φθέγγεσθαι, τὴν ἀποχὴν τῶν ἐμψύχων· τὰ πολλὰ δὲ καὶ οἴνου καὶ ἐλαίου ἀπείχετο. Ἀλλὰ μὴν καὶ περὶ τοὺς πτωχοὺς σπουδαῖος, εἰ καί τις ἄλλος, ἐγένετο· τοὺς ἐν φυλακαῖς ἀόκνως ἐπεσκέπτετο· ὑπὲρ πολλῶν δὲ καὶ τοὺς ἄρχοντας παρεκάλει, οἳ καὶ ἑτοίμως ὑπήκουον διὰ τὴν προσοῦσαν εὐλάβειαν τῷ ἀνδρί. Καὶ τί με δεῖ μηκύνειν τὰ κατ´ αὐτόν; ἔρχομαι γὰρ λέξων πρᾶγμα ἐν ταῖς χερσὶν αὐτοῦ γενόμενον ἄξιον τοῦ ἐν γραφῆς παραδοθῆναι μνήμῃ. Ἰουδαῖός τις ἀπατεὼν Χριστιανίζειν ὑποκρινόμενος πολλάκις ἐβαπτίζετο, καὶ διὰ ταύτης τῆς τέχνης χρήματα συνελέγετο. Ὡς δὲ πολλὰς αἱρέσεις τῇ τέχνῃ ἠπάτησε, —καὶ γὰρ Ἀρειανῶν καὶ Μακεδονιανῶν ἐδέξατο βάπτισμα, —μηκέτι ἔχων οὓς ἀπατήσειεν, τέλος ἥκει καὶ πρὸς τὸν Ναυατιανῶν ἐπίσκοπον Παῦλον· καὶ τοῦ βαπτίσματος ἐπιθυμεῖν εἰπὼν, διὰ τῆς αὐτοῦ χειρὸς παρεκάλει τούτου τυχεῖν. Ὁ δὲ ἀποδέχεται μὲν αὐτοῦ τὴν προαίρεσιν· οὐ πρότερον δὲ ἔφη δώσειν τὸ βάπτισμα, εἰ μὴ κατηχηθείη τὸν περὶ τῆς πίστεως λόγον, μετὰ τοῦ νηστείαις σχολάσαι ἡμέρας πολλάς. Ὁ οὖν Ἰουδαῖος, παρὰ γνώμην νηστεύειν ἀναγκαζόμενος, σπουδαιότερον ἐνέκειτο βαπτισθῆναι παρακαλῶν. Ἐπεὶ δὲ ὁ Παῦλος ἐπικείμενον λυπεῖν οὐκ ἔτι ἐβούλετο τῇ παρολκῇ, εὐτρεπίζει τὰ πρὸς τὸ βάπτισμα. Ἐσθῆτά τε αὐτῷ λαμπρὰν ὠνησάμενος, καὶ τὴν κολυμβήθραν τοῦ βαπτιστηρίου πληρωθῆναι κελεύσας, ἦγεν ἐπ´ αὐτὴν τὸν Ἰουδαῖον, ὡς βαπτίσων αὐτόν· Θεοῦ δέ τις ἀόρατος δύναμις ἀφανὲς τὸ ὕδωρ κατέστησεν. Ἐπεὶ δὲ ὅ τε ἐπίσκοπος καὶ οἱ παρόντες, οὐδὲν ὑπολογισάμενοι οἷον ἐγένετο, ὑπέλαβον ἐκρεῦσαι τὸ ὕδωρ διὰ τοῦ ὑποκειμένου πόρου, ὅθεν καὶ εἰώθασιν αὐτὸ ἐκπέμπειν, πάλιν ἐπλήρουν τὴν κολυμβήθραν, ἀκριβῶς πανταχόθεν τὰς ἐκροίας αὐτῆς ἀσφαλισάμενοι· αὖθις δὲ προσαγομένου αὐτῇ τοῦ Ἰουδαίου, αὖθις ἀφανὲς τὸ ὕδωρ ἐγένετο. Τότε δὴ ὁ Παῦλος, ‘Ἢ κακουργεῖς,’ ἔφη, ‘ὦ ἄνθρωπε, ἢ ἀγνοῶν ἤδη τοῦ βαπτίσματος ἔτυχες.’ Συνδρομῆς οὖν ἐπὶ τῷ τεραστίῳ γενομένης, ἐπέγνω τις τὸν Ἰουδαῖον, ὃς ᾔδει αὐτὸν ὑπὸ Ἀττικοῦ τοῦ ἐπισκόπου βεβαπτισμένον. Τοῦτο μὲν οὖν τὸ τεράστιον ἐν ταῖς χερσὶ τοῦ ἐπισκόπου τῶν Ναυατιανῶν Παύλου ἐγένετο.

18

Ὡς τοῦ βασιλέως τῶν Περσῶν Ἰσδιγέρδου τελευτήσαντος, αἱ μεταξὺ Ῥωμαίων καὶ Περσῶν σπονδαὶ διελύθησαν, καὶ πόλεμος ἰσχυρὸς γέγονεν, ἡττηθέντων τῶν Περσῶν. Τοῦ δὴ βασιλέως Περσῶν Ἰσδιγέρδου, ὃς τοὺς ἐκεῖ Χριστιανοὺς οὐδαμῶς ἐδίωκε, τελευτήσαντος, ὁ υἱὸς αὐτοῦ Βαραράνης ὄνομα, τὴν βασιλείαν διαδεξάμενος, καὶ ὑπὸ τῶν μάγων ἀναπεισθεὶς, χαλεπῶς τοὺς Χριστιανοὺς ἤλαυνε, τιμωρίας καὶ στρέβλας Περσι.κὰς διαφόρους ἐπάγων αὐτοῖς. Πιεζόμενοι οὖν ὑπὸ τῆς ἀνάγκης οἱ ἐν Πέρσαις Χριστιανοὶ προσφεύγουσι Ῥωμαίοις, δεόμενοι μὴ παρορᾷν αὐτοὺς φθειρομένους. Ἀττικὸς δὲ ὁ ἐπίσκοπος ἀσμένως τοὺς ἱκετεύοντας προσδέχεται, παντοῖος δὲ ἦν ὅσα δυνατὸν ἐπαμύνειν αὐτοῖς, γνώριμά τε τῷ βασιλεῖ Θεοδοσίῳ καθιστᾷ τὰ γενόμενα. Ἔτυχε δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ ἄλλης ἕνεκα αἰτίας λυπεῖσθαι Ῥωμαίους πρὸς Πέρσας· ἐπειδὴ Πέρσαι, οὓς παρὰ Ῥωμαίων χρυσορύκτας ἐπὶ μισθῷ λαβόντες ἔσχον, ἀποδοῦναι οὐκ ἤθελον· καὶ ὅτι τὰ φορτία τῶν ἐμπόρων Ῥωμαίων ἀφείλοντο. Συλλαμβάνεται οὖν ἐκείνῃ τῇ λύπῃ καὶ ἡ τῶν ἐκεῖ Χριστιανῶν πρὸς Ῥωμαίους καταφυγή. Εὐθὺς γὰρ ὁ Πέρσης πρεσβείας ἔπεμπε τοὺς φυγάδας ἐξαιτούμενος· Ῥωμαῖοι δὲ οὐδαμῶς προεξέδοσαν τοὺς προσφεύγοντας αὐτοῖς, οὐ μόνον ὡς ἱκέτας σώζειν ἐθέλοντες, ἀλλὰ γὰρ ὑπὲρ τοῦ Χριστιανισμοῦ πάντα ποιεῖν προθυμούμενοι. Διὸ καὶ πολεμεῖν μᾶλλον Πέρσαις ᾑροῦντο, ἢ περιορᾷν ἀπολλυμένους Χριστιανούς. Λυθεισῶν οὖν διὰ τοῦτο τῶν σπονδῶν, πόλεμος συνεκροτήθη δεινὸς, περὶ οὗ μικρὰ ἐπιδραμεῖν οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι. Φθάσας ὁ Ῥωμαίων βασιλεὺς ἀποστέλλει μερικὴν δύναμιν, ἧς ἦρχεν ὁ στρατηγὸς Ἀρδαβούριος· ὃς διὰ τῆς Ἀρμενίων χώρας ἐμβαλὼν τῇ Περσίδι, μίαν αὐτῆς τῶν ἐπαρχιῶν Ἀζαζηνὴν καλουμένην ἐπόρθει. Ἀπήντα δὲ αὐτῷ Ναρσαῖος στρατηγὸς τοῦ Περσῶν βασιλέως σὺν δυνάμει Περσικῇ· συμβαλὼν δὲ καὶ ἡττηθεὶς φυγῇ ἀνεχώρησεν· ἔγνω τε λυσιτελεῖν διὰ Μεσοποταμίας εἰς τὴν Ῥωμαίων χώραν ἀφύλακτον οὖσαν ἀπροόπτως ἐμβαλεῖν, καὶ τοῦτον τὸν τρόπον ἀμύνασθαι Ῥωμαίους. Οὐ μὴν τὸν Ῥωμαίων στρατηγὸν ἡ βουλὴ Ναρσαίου διέλαθε· λαφυραγωγήσας οὖν ᾗ τάχος τὴν Ἀζαζηνὴν, ἐπὶ τὴν Μεσοποταμίαν καὶ αὐτὸς ἐπορεύθη. Διόπερ ὁ Ναρσαῖος, καὶ αὐτὸς πολλὴν παρασκευάσας δύναμιν, ὅμως οὐκ ἴσχυσεν εἰς τὴν Ῥωμαίων ἐμβαλεῖν. Καταλαβὼν δὲ τὴν Νίσιβιν, —πόλις δὲ αὕτη μεθόριος Πέρσαις ἀνήκουσα, —ἐκ ταύτης τῷ Ἀρδαβουρίῳ ἐδήλου, κατὰ συνθήκας ποιεῖσθαι τὸν πόλεμον, ὁρίσαι τε τόπον καὶ ἡμέραν τῇ συμβολῇ. Ὁ δὲ τοῖς ἐλθοῦσιν, ‘Ἀπαγγείλατε,’ ἔφη, ‘Ναρσαίῳ, "Οὐχ ὅτε σὺ θέλεις πολεμήσουσι Ῥωμαίων βασιλεῖς."’ Πάσῃ δὲ δυνάμει παρασκευάσασθαι τὸν Πέρσην ἐννοῶν ὁ βασιλεὺς, Θεῷ τὴν ὅλην τοῦ πολέμου ἀναθεὶς ἐλπίδα, μεγίστην προσεξαπέστειλε δύναμιν. Ὅτι δὲ πιστεύσας ὁ βασιλεὺς εὐθὺς εὕρετο τὴν παρ´ αὐτοῦ εὐεργεσίαν, ἐκεῖθεν γέγονε δῆλον. Τῶν ἐν τῇ Κωνσταντινουπόλει ἐν ἀγωνίᾳ ὄντων, καὶ ἐν ἀμφιβολίᾳ τῆς ἐκ τοῦ πολέμου τύχης καθεστώτων, ἄγγελοι Θεοῦ περὶ τὴν Βιθυνίαν τοῖς ἐπὶ τὴν Κωνσταντινούπολιν κατ´ οἰκείαν χρείαν πορευομένοις ὀφθέντες ἀπαγγέλλειν ἐκέλευον, θαρρεῖν τε καὶ εὔχεσθαι, καὶ πιστεύειν Θεῷ ὡς Ῥωμαῖοι νικήσουσιν· αὐτοὶ γὰρ βραβευταὶ τοῦ πολέμου πεπέμφθαι παρὰ Θεοῦ ἔφασκον. Τοῦτο ἀκουσθὲν οὐ μόνον τὴν πόλιν ἐπέρρωσεν, ἀλλὰ καὶ τοὺς στρατιώτας θαρραλεωτέρους εἰργάσατο. Ἐπεὶ οὖν, ὡς ἔφην, ἐπὶ τὴν Μεσοποταμίαν ἐκ τῆς Ἀρμενίων χώρας ὁ πόλεμος μετενήνεκτο, οἱ Ῥωμαῖοι τοὺς ἐν τῇ Νισιβηνῶν πόλει κατακλεισθέντας Πέρσας ἐπολιόρκουν. Πύργους τε ξυλίνους συμπήξαντες ἐκ μηχανῆς τινος βαδίζοντας προσῆγον τείχεσι, καὶ πολλοὺς τειχομαχοῦντας τῶν ἀμύνασθαι σπευδόντων ἀνῄρουν. Βαραράνης δὲ ὁ Περσῶν βασιλεὺς πυθόμενος καὶ τὴν ὑπ´ αὐτῷ Ἀζαζηνῶν χώραν πεπορθῆσθαι, καὶ πολιορκεῖσθαι τοὺς συγκλεισθέντας ἐν τῇ Νισιβηνῶν πόλει, πάσῃ μὲν δυνάμει δι´ ἑαυτοῦ ἀπαντᾷν παρεσκευάζετο· καταπλαγεὶς δὲ τὴν Ῥωμαίων δύναμιν, Σαρακηνοὺς ἐκάλεσε πρὸς βοήθειαν, ὧν ἦρχεν Ἀλαμούνδαρος, ἀνὴρ γενναῖος καὶ πολεμικός· ὅστις πολλὰς μυριάδας τῶν Σαρακηνῶν ἐπαγόμενος, θαρρεῖν ἔλεγε τῷ Περσῶν βασιλεῖ· οὐκ εἰς μακρὰν δὲ αὐτῷ Ῥωμαίους τε παραστήσεσθαι ἐπηγγέλλετο, καὶ τὴν ἐν Συρίᾳ παραδώσειν Ἀντιόχειαν. Οὐ μὴν τέλος αὐτῷ τὰ τῆς ἐπαγγελίας διεδέξατο· Θεὸς γὰρ τοῖς Σαρακηνοῖς ἄλογον φόβον ἐνέβαλε· καὶ νομίσαντες ἐπιέναι αὐτοῖς Ῥωμαίων δύναμιν, ἐν θορύβῳ γενόμενοι, οὐκ ἔχοντες ὅποι φύγωσιν, εἰς τὸν ποταμὸν Εὐφράτην ἔνοπλοι ἔρριπτον ἑαυτούς· εἰς ὃν περὶ τὰς δέκα μυριάδας ἀνδρῶν πνιγόμενοι διεφθάρησαν. Τοῦτο μὲν οὖν τοιοῦτο· οἱ δὲ τὴν Νίσιβιν πολιορκοῦντες Ῥωμαῖοι, πυθόμενοι ὡς ὁ βασιλεὺς Περσῶν πλῆθος ἐλεφάντων ἐπάγοιτο, περιδεεῖς γενόμενοι, πάσας τὰς τῆς πολιορκίας μηχανὰς ἐμπρήσαντες, εἰς τοὺς οἰκείους ὑπεχώρησαν τόπους. Ὅσαι μὲν οὖν συμβολαὶ μετὰ ταῦτα γεγόνασι, καὶ ὅπως Ἀρεόβινδος ἕτερος τῶν Ῥωμαίων στρατηγὸς τὸν γενναιότατον τῶν Περσῶν μονομαχήσας ἀπέκτεινεν, ἢ ὅπως Ἀρδαβούριος τοὺς ἑπτὰ γενναίους στρατηγοὺς τῶν Περσῶν ἐνεδρεύσας ἀνεῖλεν, ἢ τινὰ τρόπον Βιτιανὸς ἄλλος Ῥωμαίων στρατηγὸς τοὺς ὑπολειφθέντας τῶν Σαρακηνῶν κατηγωνίσατο, παραλιπεῖν μοι δοκῶ, ἵνα μὴ πολὺ τοῦ προκειμένου παρεκβαίνειν δοκῶ.

19

Περὶ Παλλαδίου τοῦ ταχυδρόμου. Τὰ μέντοι γενόμενα ταχέως τῷ βασιλεῖ Θεοδοσίῳ ἐγνωρίζετο·ὅπως δὲ ὁ βασιλεὺς τὰ πόρρω γινόμενα ταχέως ἐμάνθανε διηγήσομαι. Ηὐτύχησεν ἀνδρὸς γενναίου ψυχήν τε καὶ σῶμα· ὄνομαἦν αὐτῷ Παλλάδιος· οὗτος τοσοῦτον ἱππεύων ἤλαυνεν, ὡς ἐντρισὶν ἡμέραις καταλαμβάνειν τοὺς τόπους τοὺς ὁρίζοντας τὴνχώραν Ῥωμαίων τε καὶ Περσῶν, καὶ αὖθις ἐν τοσαύταις ἐπὶ τὴν.Κωνσταντινούπολιν παραγίνεσθαι. Διέβαινε δὲ οὗτος ὁ ἀνὴρταχύτατα καὶ κατὰ πάντα τὰ τῆς οἰκουμένης μέρη, ἔνθα αὐτὸν ὁαὐτοκράτωρ ἀπέστελλε. Καί ποτε τῶν ἐλλογίμων τις περὶ αὐτοῦτοιοῦτον λόγον ἐφθέγξατο ‘Οὗτος ὁ ἀνὴρ μεγίστην οὖσαν τὴνῬωμαίων ἀρχὴν μικρὰν ἔδειξε τῇ ταχυτῆτι.’ Κατεπλήττετο δὲκαὶ ὁ Περσῶν βασιλεὺς ταῦτα περὶ τοῦ ἀνδρὸς πυνθανόμενος·ἀλλὰ περὶ μὲν δὴ Παλλαδίου τοσαῦτα εἰρήσθω.

20

Ὅπως πάλιν οἱ Πέρσαι κατὰ κράτος ὑπὸ Ῥωμαίων ἡττήθησαν. Ὁ δὲ βασιλεὺς τῶν Ῥωμαίων ἐν τῇ Κωνσταντινουπόλει διατρίβων, γνούς τε τὴν ἐναργῶς ἐκ Θεοῦ παρασχεθεῖσαν νίκην, οὕτως ἦν ἀγαθὸς ὡς καὶ εὐτυχῶς πραξάντων τῶν ὑπ´ αὐτῷ ὅμως εἰρήνην ἀσπάζεσθαι. Πέμπει οὖν Ἡλίωνα, ἄνδρα ὃν πάνυ διὰ τιμῆς ἦγεν, εἰρήνην σπείσασθαι πρὸς Πέρσας ἐντειλάμενος. Γενόμενος δὲ Ἡλίων ἐν Μεσοποταμίᾳ, ἔνθα τὴν τάφρον οἱ Ῥωμαῖοι πρὸς οἰκείαν φυλακὴν ἐπεποίηντο, πέμπει πρεσβευτὴν περὶ εἰρήνης Μαξιμῖνον, ἄνδρα ἐλλόγιμον, ὃς τοῦ στρατηγοῦ Ἀρδαβουρίου συγκάθεδρος ἦν. Οὗτος παρὰ τὸν τῶν Περσῶν βασιλέα γενόμενος, περὶ εἰρήνης πεπέμφθαι ἔλεγεν οὐ παρὰ τοῦ βασιλέως Ῥωμαίων, ἀλλὰ παρὰ τῶν αὐτοῦ στρατηγῶν, οὔτε γὰρ γινώσκεσθαι παρὰ τοῦ βασιλέως τόνδε τὸν πόλεμον ἔφασκεν· εὐτελῆ δὲ αὐτῷ καὶ γνωσθέντα νομίζεσθαι. Τοῦ δὲ Πέρσου ἑτοίμως τὴν πρεσβείαν δέξασθαι προαιρουμένου, — ἔκαμνε γὰρ αὐτῷ ἡ στρατιὰ ὑπὸ λιμοῦ, — παρελθόντες οἱ καλούμενοι παρ´ αὐτοῖς ‘ἀθάνατοι,’ — ἀριθμὸς δὲ ἐστὶν οὗτος μυρίων γενναίων ἀνδρῶν, — μὴ πρότερον ἔφασαν τὴν εἰρήνην προσδέξασθαι, πρὶν ἂν αὐτοὶ ἀφυλάκτοις οὖσι νῦν τοῖς Ῥωμαίοις ἐπιθῶνται. Πείθεται ὁ βασιλεὺς, καὶ τὸν μὲν πρεσβευτὴν συγκλείσας ἐφύλαττεν· ἐκπέμπει δὲ τοὺς ἀθανάτους ἔνεδραν τοῖς Ῥωμαίοις ποιήσοντας· οἳ καὶ παραγενόμενοι, εἰς δύο τε τάγματα μερισθέντες, μεσολαβεῖν ἔγνωσαν τῶν Ῥωμαίων μοῖραν τινά. Οἱ δὲ Ῥωμαῖοι τὸ μὲν ἓν τάγμα τῶν Περσῶν καθορῶντες, πρὸς τὴν αὐτῶν ὁρμὴν ηὐτρεπίζοντο· τὸ δὲ ἕτερον αὐτοῖς οὐ καθωρᾶτο· ἐξαίφνης γὰρ προσέβαλλον. Μελλούσης δὲ γίνεσθαι συμβολῆς, ἐκκύπτει κατά τινα Θεοῦ πρόνοιαν ἐκ γεωλόφου τινὸς στρατὸς Ῥωμαίων, ὑπὸ Προκοπίῳ τῷ στρατηλάτῃ ταττόμενος· ὃς κατιδὼν μέλλοντας κινδυνεύειν τοὺς ὁμοφύλους, ἐπιτίθεται κατὰ νώτου τῶν Περσῶν, καὶ μεσολαβοῦνται οἱ πρὸ μικροῦ τοὺς Ῥωμαίους μεσολαβήσαντες. Τούτους οὖν σύμπαντας οἱ Ῥωμαῖοι ἐν βραχεῖ διαφθείραντες, ἐπὶ τοὺς ἐκ τῆς ἐνέδρας ἐπιόντας ἐτράπησαν, ὁμοίως τε καὶ τούτους σύμπαντας κατηκόντισαν. Οὕτω μὲν οὖν οἱ λεγόμενοι παρὰ Πέρσαις ‘ἀθάνατοι’ θνητοὶ πάντες ἐδείχθησαν, δίκην εἰσπραξαμένου τοῦ Χριστοῦ Πέρσας, ἀνθ´ ὧν πολλοὺς αὐτοῦ τῶν θεραπευτῶν εὐσεβεῖς ἄνδρας ἀπέκτειναν. Ὁ δὲ βασιλεὺς τῶν Περσῶν γνοὺς τὸ ἀτύχημα, προσποιεῖται μὲν μὴ εἰδέναι τὰ γενόμενα· δέχεται δὲ τὴν πρεσβείαν, εἰπὼν πρὸς τὸν πρεσβευτὴν, ‘Οὐ Ῥωμαίοις εἴκων τὴν εἰρήνην ἀσπάζομαι, ἀλλὰ σοὶ χάριν διδοὺς, ὅτι σε φρονιμώτατον πάντων Ῥωμαίων κατέλαβον.’ Οὕτω μὲν καὶ διὰ τοὺς ἐν Περσίδι γενόμενος Χριστιανοὺς ὁ πόλεμος κατεστάλη, ὃς γέγονεν ἐν ὑπατείᾳ τῶν δύο Αὐγούστων, Ὁνωρίου τὸ τρισκαιδέκατον καὶ Θεοδοσίου τὸ δέκατον, τετάρτῳ ἔτει τῆς τριακοσιοστῆς Ὀλυμπιάδος· ἐπαύσατο δὲ καὶ ὁ ἐν Περσίδι κατὰ Χριστιανῶν διωγμός.

21

Οἷα τοῖς τῶν Περσῶν αἰχμαλώτοις Ἀκάκιος Ἀμίδης ἐπίσκοπος πεποίηκε. Τότε δὴ καὶ Ἀκάκιον τὸν τῆς Ἀμίδης ἐπίσκοπον πρᾶξις ἀγαθὴ περιφανέστερον πεποίηκε τοῖς πᾶσιν. Ὡς γὰρ οἱ Ῥωμαίων στρατιῶται τοὺς αἰχμαλώτους Περσῶν, οὓς τὴν Ἀζαζηνὴν πορθήσαντες ἔλαβον, ἀποδοῦναι τῷ Περσῶν βασιλεῖ κατ´ οὐδένα τρόπον ἐβούλοντο, λιμῷ τε οἱ αἰχμάλωτοι ἐφθείροντο, περὶ τοὺς ἑπτακισχιλίους ὄντες τὸν ἀριθμὸν, καὶ ταῦτα οὐ μικρῶς ἐλύπει τὸν βασιλέα τῶν Περσῶν, τότε ὁ Ἀκάκιος οὐ παρεῖδε ταῦτα γινόμενα· συγκαλέσας δὲ τοὺς ὑφ´ αὑτῷ κληρικοὺς ἄνδρας ἔφη· ‘Ὁ Θεὸς ἡμῶν οὔτε δίσκων οὔτε ποτηρίων χρῄζει, οὔτε γὰρ ἐσθίει, οὔτε πίνει, ἐπεὶ μὴ δὲ προσδεής ἐστιν· ἐπεὶ τοίνυν πολλὰ κειμήλια χρυσᾶ τε καὶ ἀργυρᾶ ἡ ἐκκλησία ἐκ τῆς εὐγνωμοσύνης τῶν προσηκόντων αὐτῇ κέκτηται, προσήκει ἐκ τούτων ῥύσασθαί τε τῶν στρατιωτῶν τοὺς αἰχμαλώτους, καὶ διαθρέψαι αὐτούς.’ Ταῦτα καὶ ἄλλα πλείονα τούτοις παραπλήσια διεξελθὼν, χωνεύει μὲν τὰ κειμήλια· τιμήματα δὲ τοῖς στρατιώταις ὑπὲρ τῶν αἰχμαλώτων καταβαλὼν, καὶ διαθρέψας αὐτοὺς, εἶτα δοὺς ἐφόδια, τῷ οἰκείῳ ἀπέπεμψε βασιλεῖ. Αὕτη ἡ τοῦ θαυμαστοῦ Ἀκακίου πρᾶξις πλέον τὸν Περσῶν βασιλέα κατέπληττεν, ὅτι ἀμφότερα Ῥωμαῖοι μεμελετήκασι πολέμῳ τε καὶ εὐεργεσίᾳ νικᾷν. Φασὶν δὲ ὡς καὶ ἐπιθυμήσειεν ὁ Περσῶν βασιλεὺς εἰς ὄψιν ἐλθεῖν αὐτῷ τὸν Ἀκάκιον, ἐφ´ ᾧτε καὶ τῆς θέας ἀπολαῦσαί τ´ ἀνδρὸς, καὶ τοῦτο γενέσθαι τοῦ βασιλέως Θεοδοσίου κελεύσαντος. Τῆς οὖν ἐκ Θεοῦ νίκης τοῖς Ῥωμαίοις ὑπαρξάσης, πολλοὶ τῶν ἐν λόγοις ἀνθούντων εἰς τὸν βασιλέα βασιλικοὺς ἔγραφον λόγους, δημοσίᾳ τε τούτους παρῄεσαν. Καὶ δὴ καὶ ἡ τοῦ βασιλέως γαμετὴ ἡρωϊκῷ μέτρῳ ποιήματα ἔγραφεν· ἦν γὰρ ἐλλόγιμος· Λεοντίου γὰρ τοῦ σοφιστοῦ τῶν Ἀθηνῶν θυγάτηρ οὖσα, ὑπὸ τῷ πατρὶ ἐπαιδεύθη, καὶ διὰ λόγων ἐληλύθει παντοίων. Ταύτην ἡνίκα ὁ βασιλεὺς ἔμελλεν ἄγεσθαι, Χριστιανὴν ὁ ἐπίσκοπος Ἀττικὸς ποιήσας ἐν τῷ βαπτίζειν ἀντὶ Ἀθηναΐδος Εὐδοκίαν ὠνόμασεν. Πολλοὶ μὲν οὖν, ὡς ἔφην, βασιλικοὺς ἔλεγον λόγους· ὁ μέν τις τῷ βασιλεῖ γνώριμος βουλόμενος γενέσθαι· ὁ δέ τις τὴν οἰκείαν ἐν λόγοις δύναμιν εἰς πολλοὺς ἄγειν ἐσπουδακὼς, μηδαμῶς ἀγνοεῖσθαι θέλων ἣν πολλοῖς πόνοις παιδείαν ἐκτήσατο.

22

Περὶ τῶν προσόντων καλῶν τῷ βασιλεῖ Θεοδοσίῳ τῷ νέῳ. Ἐγὼ δὲ οὔτε τῷ βασιλεῖ γνωρισθῆναι σπουδάζων, οὔτε λόγων ἐπίδειξιν ποιήσασθαι βουλόμενος, αὐτὰ ψιλὰ μετὰ τῆς ἀληθείας τὰ προσόντα καλὰ τῷ βασιλεῖ ἀπομνημονεῦσαι προῄρημαι· ἐπεὶ καὶ τῷ σιγῆσαι αὐτὰ οὕτως ὄντα χρηστὰ ζημίαν κρίνω μὴ γνωσθέντα τοῖς μεθ´ ἡμᾶς. Πρῶτον μὲν γὰρ, ἐν βασιλείᾳ τεχθεὶς καὶ τραφεὶς, οὐδὲν ἐκ τῆς ἀνατροφῆς εἶχε βλακῶδες· ἀλλ´ οὕτως ἦν φρόνιμος, ὡς τοῖς ἐντυγχάνουσι νομίζεσθαι διάπειραν πολλῶν εἰληφέναι πραγμάτων. Καρτερικὸς δὲ οὕτως ἦν, ὡς καὶ κρύος καὶ καῦμα γενναίως ὑπομένειν· νηστεύειν τε τὰ πολλὰ, καὶ μάλιστα τὰς καλουμένας τετράδας καὶ παρασκευὰς ἡμέρας· καὶ τοῦτο ἐποίει ἄκρως Χριστιανίζειν ἐσπουδακώς. Οὐκ ἀλλοιότερα δὲ ἀσκητηρίου κατέστησε τὰ βασίλεια· αὐτὸς τοιγαροῦν ταῖς ἑαυτοῦ ἀδελφαῖς ὀρθρίζων, ἀντιφώνους ὕμνους εἰς τὸ θεῖον ἔλεγε. Διὸ καὶ τὰ ἱερὰ γράμματα ἀπὸ στήθους ἀπήγγειλεν· ἐντυγχάνουσι γοῦν τοῖς ἐπισκόποις, ὡς ἱερεὺς πάλαι καθεστὼς, ἐκ τῶν γραφῶν διελέγετο· συνῆγε δὲ καὶ τὰς βίβλους τὰς ἱερὰς, καὶ ὅσας οἱ ἑρμηνεῖς αὐτῶν συνέγραψαν, μᾶλλον ἢ Πτολεμαῖος ὁ Φιλάδελφος πρότερον. Τὸ ἀνεξίκακον καὶ φιλάνθρωπον πάντας ἀνθρώπους ὑπερηκόντιζεν. Ἰουλιανὸς μὲν γὰρ ὁ βασιλεὺς, καίπερ φιλοσοφεῖν ἐπαγγειλάμενος, ὅμως οὐκ ἤνεγκε τὴν ὀργὴν κατὰ τῶν ἐν Ἀντιοχείᾳ αἰνιξαμένων αὐτόν· ἀλλὰ βασάνους μεγίστας τῷ Θεοδώρῳ προσήγαγεν. Θεοδόσιος δὲ πολλὰ χαίρειν τοῖς Ἀριστοτέλους φράσας συλλογισμοῖς, τὴν δι´ ἔργων ἤσκει φιλοσοφίαν, ὀργῆς τε κρατῶν καὶ λύπης καὶ ἡδονῆς· καὶ οὐδένα τῶν ἠδικηκότων ἠμύνατο· ἀλλ´ οὐδὲ ὅλως αὐτὸν ὀργιζόμενόν τις τεθέαται. Καί ποτέ τινος τῶν γνωρίμων αὐτὸν ἐρομένου, ‘Διὰ τί μηδένα τῶν ἀδικούντων θανάτῳ ποτὲ ἐζημίωσας;’ ‘Εἴθε,’ φησὶ, ‘δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαναγαγεῖν εἰς τὴν ζωήν.’ Πρὸς ἄλλον δὲ περὶ τοῦ αὐτοῦ ἐρωτήσαντα, ‘Οὐ μέγα,’ ἔφη, ‘οὐδὲ δυσχερὲς, ἄνθρωπον ὄντα ἀποθανεῖν· ὅτι μηδὲ Θεῷ μόνῳ τὸν ἅπαξ θανόντα ἐκ μετανοίας ἀνακαλέσασθαι.’ Οὕτω δὲ τοῦτο βεβαίως αὐτῷ κατώρθωτο, ὥστε εἴποτέ τις ἄξια κεφαλικῆς ἐπλημμέλησε τιμωρίας, οὐδ´ ἄχρι τῆς πόλεως τῶν πυλῶν τὴν ἐπὶ θανάτῳ ἀπήγετο, καὶ ἡ ἐκ τῆς φιλανθρωπίας εὐθὺς ἀνάκλησις εἵπετο. Κυνήγια δέ ποτε ἐν τῷ ἀμφιθεάτρῳ τῆς Κωνσταντινουπόλεως ἐπιτελοῦντος αὐτοῦ, ὁ δῆμος κατεβόα, δεινῷ θηρίῳ ἕνα τῶν εὐφυῶν παραβόλων μάχεσθαι· ὁ δὲ πρὸς αὐτοὺς, ‘Οὐκ οἴδατε,’ ἔφη, ‘ὅτι ἡμεῖς φιλανθρώπως εἰθίσμεθα θεωρεῖν;’ καὶ τοῦτο εἰπὼν, τοῦ λοιποῦ τὸν δῆμον φιλανθρώπως θεᾶσθαι ἐπαίδευσεν. Οὕτω δὲ ἦν εὐσεβὴς, ὥστε πάντας μὲν τοὺς τῷ Θεῷ ἱερωμένους τιμᾷν, ἐξαιρέτως δὲ οὓς ἐπυνθάνετο ἐπ´ εὐλαβείᾳ πλέον ἐκπρέποντας. Λέγεται δὲ ὅτι τοῦ Χεβρῶν ἐπισκόπου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, σάγιον ἐπιζητῆσαι, καὶ σφόδρα ἐρρυπωμένον περιβαλέσθαι, πιστεύσας μεταλαβεῖν τι ἐκ τῆς τοῦ τελευτήσαντος ἁγιότητος. Δυσχειμέρου δέ ποτε γενομένου τοῦ ἔτους, τὰ συνήθη καὶ ὡρισμένα τῶν ἐν τῷ ἱπποδρομίῳ θεαμάτων διὰ τὸν δῆμον ταῦτα ἐπιζητοῦντα ἀναγκαίως ἐπετέλει. Ὡς δὲ πεπληρωμένου ἀνδρῶν ἱπποδρόμου ἐπέτεινεν ὁ χειμὼν πολλοῦ νιφετοῦ καταρραγέντος, τότε δὴ τὴν ἑαυτοῦ γνώμην ὁ βασιλεὺς, οἵαν εἶχε περὶ τὸ θεῖον, δήλην καθίστησι, τῷ δήμῳ προσφωνήσας διὰ τῶν κηρύκων· ‘Ἀλλὰ πολλῷ κρεῖσσον,’ ἔφη, ‘καταφρονήσαντας τῆς θέας κοινῇ πάντας λιτανεῦσαι Θεὸν, ὅπως ἀβλαβεῖς τοῦ ἐπικειμένου χειμῶνος φυλαχθείημεν.’ Καὶ οὔπω πᾶν εἴρητο τὸ ἔπος, καὶ σὺν χαρᾷ μεγίστῃ ἐν τῷ ἱπποδρόμῳ λιτανεύοντες, ὕμνους ἐκ συμφωνίας πάντες ἀνέπεμπον τῷ Θεῷ· καὶ ὅλη μὲν ἡ πόλις μία ἐκκλησία ἐγένετο· βασιλεὺς δὲ μέσος ἐξήρχετο τῶν ὕμνων, ἐν ἰδιωτικῷ σχήματι πορευόμενος. Καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτεν· ὁ ἀὴρ γὰρ εἰς τὸ εὐδιεινὸν μετεβάλλετο· καὶ ἐκ σιτοδείας ἡ τοῦ Θεοῦ φιλανθρωπία εὐετηρίαν παρεῖχε τοῖς σύμπασιν. Εἰ δέ ποτε πόλεμος ἐκινεῖτο, κατὰ τὸν Δαβὶδ τῷ Θεῷ προσέφευγεν, εἰδὼς αὐτὸν τῶν πολέμων εἶναι ταμίαν· καὶ εὐχῇ τούτους κατώρθου. Αὐτίκα γοῦν ὀλίγον μετὰ τὸν πρὸς Πέρσας πόλεμον τοῦ βασιλέως Ὁνωρίου τελευτήσαντος, ἐν ὑπατείᾳ Ἀσκληπιοδότου καὶ Μαριανοῦ, τῇ πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνὸς, ὅπως τὸν τύραννον Ἰωάννην Θεῷ πιστεύσας ἐτροπώσατο, διηγήσομαι. Ἄξια γὰρ μνήμης κρίνω τὰ τότε γενόμενα· ὅτι οἷα ἐπὶ Μωϋσέως τοῖς Ἑβραίοις ὑπῆρξε τὴν ἐρυθρὰν θάλασσαν διαβαίνουσι, τοιαῦτα καὶ τοῖς αὐτοῦ στρατηγοῖς, ἡνίκα αὐτοὺς ἐπὶ τὸν τύραννον ἔπεμψεν· ἅπερ διὰ βραχέων ἐκθήσομαι, τὸ μέγεθος αὐτῶν ἰδίας πραγματείας δεόμενον ἑτέροις παρείς.

23

Περὶ Ἰωάννου τοῦ τυραννήσαντος ἐν Ῥώμῃ, μετὰ θάνατον Ὁνωρίου τοῦ βασιλέως· καὶ ὅπως αὐτὸν ὁ Θεὸς ταῖς εὐχαῖς Θεοδοσίου καμφθεὶς χερσὶ τοῦ Ῥωμαϊκοῦ στρατοῦ παραδέδωκε. Τελευτήσαντος δὴ τοῦ βασιλέως Ὁνωρίου, μαθὼν ὁ αὐτοκράτωρ Θεοδόσιος κρύπτει μὲν τὸ γενόμενον, καὶ ἄλλοτε ἄλλως τοὺς πολλοὺς ἀπεπλάνα. Ὑποπέμπει δὲ λαθραίως στρατιώτην εἰς Σαλῶνας (πόλις δὲ αὕτη τῆς Δαλματίας)· ἵνα εἰ συμβῇ τι νεωτερισθῆναι περὶ τὰ ἑσπέρια μέρη, μὴ πόρρωθεν ὦσιν οἱ ἀμυνόμενοι· καὶ τοῦτο οὕτως προευτρεπίσας, τότε καταφανῆ τὸν θάνατον τοῦ θείου πεποίηκεν. Ἐν τοσούτῳ δὲ Ἰωάννης, πρωτοστάτης ὢν τῶν βασιλικῶν ὑπογραφέων, μὴ ἐνεγκὼν τὴν εὐτυχίαν τῆς ἰδίας ἀξίας, τὴν βασιλείαν ἁρπάζει, καὶ πρεσβείας ἀποστέλλει πρὸς τὸν αὐτοκράτορα Θεοδόσιον, δεχθῆναι εἰς βασιλέα δεόμενος. Ὁ δὲ τοὺς μὲν πρεσβευτὰς εἰς φρουρὰν κατέστησεν· ἐξαποστέλλει δὲ τὸν στρατηλάτην Ἀρδαβούριον, ὃς καὶ ἐν τῷ Περσικῷ πολέμῳ τὰ μέγιστα ἠγωνίσατο. Οὗτος εἰς τὰς Σαλῶνας παραγενόμενος, ἔπλει ἐξ αὐτῆς ἐπὶ τὴν Ἀκυλήϊαν, καὶ χρῆται τύχῃ καθὼς ἐνομίζετο, ἠτύχει δὲ ὡς ὕστερον ἐδείχθη. Ἄνεμος γὰρ οὐκ αἴσιος πνεύσας εἰς τὰς χεῖρας αὐτὸν ἐνέβαλε τοῦ τυράννου· ὃς συλλαβὼν αὐτὸν, ἤλπιζεν εἰς ἀνάγκην καταστῆσαι τὸν αὐτοκράτορα, ὥστε ψηφίσασθαι καὶ ἀναδεῖξαι αὐτὸν βασιλέα, εἰ σώζεσθαι τὸν στρατηλάτην προῃρεῖτο. Ἀληθῶς τε ἐν ἀγῶνι ἦν ὅ τε βασιλεὺς ταῦτα πυθόμενος, καὶ ὁ ἐπὶ τὸν τύραννον ἀποσταλεὶς στρατιώτης, μήτι πάθῃ κακὸν ὑπὸ τοῦ τυράννου ὁ Ἀρδαβούριος. Ἄσπαρ δὲ ὁ τοῦ Ἀρδαβουρίου υἱὸς μαθὼν καὶ τὸν πατέρα παρὰ τοῦ τυράννου κατέχεσθαι, καὶ πολλὰς μυριάδας βαρβάρων ἐπὶ συμμαχίᾳ τοῦ τυράννου παρεῖναι εἰδὼς, οὐκ ἔσχεν ὅ, τι καὶ πράξειεν. Τότε δὴ καὶ τοῦ θεοφιλοῦς βασιλέως εὐχὴ πάλιν ἐξίσχυεν· ἄγγελος γὰρ Θεοῦ ἐν σχήματι ποιμένος ὁδηγεῖ τὸν Ἄσπαρα καὶ τοὺς σὺν αὐτῷ, καὶ ἄγει διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης, — ἐν ταύτῃ γὰρ τῇ πόλει ὁ τύραννος διατρίβων εἶχε τὸν στρατηγὸν, — ὅθεν οὐδεὶς οὐδὲ πώποτε διαβεβηκέναι ἱστόρητο. Τότε δὴ καὶ ὁ Θεὸς τὴν ἄβατον βατὴν ἀπειργάσατο· διαβάντες γὰρ διὰ ξηρᾶς τὸ τῆς λίμνης ὕδωρ, ἀνεῳγμένας τε τὰς πύλας εὑρόντες τῆς πόλεως, ἐγκρατεῖς τοῦ τυράννου ἐγένοντο. Τότε δὴ ὁ εὐσεβέστατος βασιλεὺς ἣν εἶχε περὶ τὸ θεῖον εὐλάβειαν ἐπεδείξατο· ἱπποδρομίας γὰρ ἐπιτελοῦντι ἐμηνύθη ἀνῃρῆσθαι ὁ τύραννος· προσφωνεῖ οὖν τῷ δήμῳ, ‘Δεῦρο μᾶλλον, εἰ δοκεῖ,’ ἔφη, ‘παρέντες τὴν τέρψιν, ἐπὶ τὸν εὐκτήριον οἶκον γενόμενοι εὐχαριστηρίους εὐχὰς τῷ Θεῷ ἀναπέμψωμεν, ἀνθ´ ὧν ἡ αὐτοῦ χεὶρ καθεῖλε τὸν τύραννον.’ Ταῦτα εἴρητο· καὶ τὰ μὲν τῆς θέας ἐπέπαυτό τε καὶ ἠμέλητο· διὰ μέσου δὲ τοῦ ἱπποδρόμου πάντες συμφώνως ἅμα αὐτῷ εὐχαριστηρίως ψάλλοντες, ἐπὶ τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἐπορεύοντο· καὶ ὅλη μὲν ἡ πόλις μία ἐκκλησία ἐγίνετο· ἐν δὲ τῷ εὐκτηρίῳ τόπῳ γενόμενοι ἐκεῖ διημέρευον.

24

Ὡς μετὰ τὴν ἀναίρεσιν τοῦ τυράννου Ἰωάννου, Οὐαλεντινιανὸν τὸν Κωνσταντίου καὶ Πλακιδίας τῆς αὐτοῦ θείας ὁ βασιλεὺς Θεοδόσιος βασιλέα τῆς Ῥώμης ἀνέδειξε. Τοῦ δὲ τυράννου ἀναιρεθέντος, ἔμφροντις ἦν ὁ αὐτοκράτωρ Θεοδόσιος, τίνα τῶν ἑσπερίων μερῶν ἀναδείξειε βασιλέα. Ἦν δὲ ἀνεψιὸς αὐτῷ κομιδῇ νέος, Οὐαλεντινιανὸς ὄνομα, ἐκ Πλακιδίας τῆς αὑτοῦ θείας γενόμενος· ἥτις θυγάτηρ μὲν ἦν Θεοδοσίου τοῦ .μεγάλου βασιλέως, Ἀρκαδίου δὲ καὶ Ὁνωρίου τῶν δύο Αὐγούστων ἀδελφή· πατρὸς δὲ ἦν ὁ Οὐαλεντινιανὸς Κωνσταντίου, ὃς ὑπὸ Ὁνωρίου βασιλεὺς ἀναδειχθεὶς, καὶ βραχὺν αὐτῷ χρόνον συμβασιλεύσας, εὐθὺς ἐτελεύτησε. Τοῦτον τὸν ἀνεψιὸν Καίσαρα καταστήσας, ἐπὶ τὰ ἑσπέρια μέρη ἀνέπεμψε, τῇ μητρὶ αὐτοῦ Πλακιδίᾳ τὴν φροντίδα τῶν πραγμάτων ἐπιτρέψας. Σπεύδων δὲ καὶ αὐτὸς καταλαβεῖν τὴν Ἰταλίαν, ὥστε τὸν μὲν ἀνεψιὸν ἀναγορεῦσαι βασιλέα, παρὼν δὲ τῇ αὐτοῦ φρονήσει παιδεῦσαι τοὺς ἐκεῖ μὴ ὑπονεύειν τοῖς τυράννοις ῥᾳδίως, ἄχρι τῆς Θεσσαλονίκης γενόμενος, ὑπ´ ἀρρωστίας διεκωλύθη. Πέμψας οὖν τὸν βασιλικὸν στέφανον τῷ ἀνεψιῷ διὰ τοῦ πατρικίου Ἡλίωνος, αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν ἐξυπέστρεψεν. Ἀλλὰ περὶ μὲν τούτων ἐξαρκεῖν ἡγοῦμαι τὴν διήγησιν.

25

{Περὶ τῆς Ἀττικοῦ διοικήσεως τῶν ἐκκλησιῶν, καὶ ὅτι τὸ ὄνομα Ἰωάννου τοῖς διπτύχοις τῆς ἐκκλησίας ἐνέταξε, καὶ ὅτι τὸν ἑαυτοῦ θάνατον προέγνω.} Ἀττικὸς δὲ ὁ ἐπίσκοπος θαυμαστῶς πως τὰ τῶν ἐκκλησιῶν ηὔξησε πράγματα· φρονήσει μὲν αὐτὰ διοικῶν, ταῖς διδασκαλίαις δὲ τὸν λαὸν ἐπὶ τὴν ἀρετὴν προτρέπων. Συνιδὼν δὲ διαιρουμένην τὴν ἐκκλησίαν διὰ τὸ τοὺς Ἰωαννίτας ἔξω αὐτῆς συνάγεσθαι, μνείαν Ἰωάννου ἐν ταῖς εὐχαῖς ἐκέλευσε ποιεῖσθαι, ὡς καὶ τῶν ἄλλων ἐπισκόπων τῶν κεκοιμημένων εἰώθει γίνεσθαι, διὰ τοῦτο πολλοὺς ἐπανελθεῖν εἰς τὴν ἐκκλησίαν ἐλπίσας. Οὕτω δὲ ἦν μεταδοτικὸς, ὡς μὴ μόνον τῶν ἐν ταῖς αὐτοῦ παροικίαις πτωχῶν προνοεῖν, ἀλλὰ καὶ ταῖς ἀστυγείτοσι τῶν πόλεων χρήματα πέμπειν πρὸς παραμυθίαν τῶν δεομένων. Καλλιοπίῳ γοῦν πρεσβυτέρῳ τῆς Νικαέων ἐκκλησίας τριακοσίους ἀποστείλας χρυσίνους τάδε ἐπέστειλεν· Καλλιοπίῳ Ἀττικὸς ἐν Κυρίῳ χαίρειν. Ἔμαθον μυρίους ἐν τῇ πόλει πεινῶντας δεῖσθαι τοῦ παρὰ τῶν εὐσεβούντων ἐλέου· μυρίους δὲ λέγω τὸ πλῆθος, οὐ τὸν ἀκριβῆ δηλῶν ἀριθμόν. Ἐπεὶ τοίνυν αὐτὸς μὲν ἔχω λαβὼν ἀριθμὸν παρὰ τοῦ δαψιλεῖ τῇ χειρὶ διδόντος τοῖς οἰκονομοῦσι καλῶς, συμβαίνει δέ τινας ἀπορεῖσθαι δοκιμασίας χάριν τῶν ἐχόντων μὲν, μὴ παρεχόντων δὲ τούτοις, λαβὼν, ὦ φίλη μοι κεφαλὴ, τούτους τοὺς τριακοσίους χρυσίνους, ἀνάλωσον ὅπως ἂν θελήσῃς. Βουλήσῃ δέ που πάντως τοῖς αἰσχυνομένοις τὴν αἴτησιν, ἀλλ´ οὐχὶ τοῖς ἐμπορίαν διὰ βίου τὴν γαστέρα προτεθεικόσι. Διδοὺς τοίνυν μηδὲ θρησκείαν λογίσῃ κατὰ τοῦτο τὸ μέρος, ἑνὸς καὶ μόνου γενόμενος, τοῦ τρέφειν τοὺς πεινῶντας, ἀλλὰ μὴ λογιστεύειν τοὺς τὸν ἡμέτερον τρόπον μὴ φρονοῦντας. Οὕτω μὲν δὴ τῶν δεομένων καὶ πόρρωθεν ὄντων ἐφρόντιζεν· οὐ μὴν ἀλλὰ καὶ τὰς δεισιδαιμονίας τινῶν ἐκκόπτειν ἐσπούδαζεν. Πυθόμενος γοῦν ποτὲ τοὺς διὰ τὸ Ἰουδαϊκὸν Πάσχα Ναυατιανῶν χωρισθέντας, τὸ σῶμα τοῦ Σαββατίου ἐκ τῆς Ῥόδου μετακομίσαντας, —ἐν αὐτῇ γὰρ τῇ νήσῳ περιορισθεὶς ἐτελεύτησε, —καὶ θάψαντας, ἐπὶ τῷ τάφῳ εὔχεσθαι, πέμψας διὰ τῆς νυκτὸς εἰς ἕτερον τάφον τὸ τοῦ Σαββατίου σῶμα κρυβῆναι ἐκέλευσεν· οἱ δὲ συνήθως ἐλθόντες, καὶ ἀνορωρυγμένον τὸν τάφον εὑρόντες, τοῦ λοιποῦ σέβειν τὸν τάφον ἐπαύσαντο. Ἦν δὲ καὶ περὶ τὴν θέσιν τῶν ὀνομάτων φιλόκαλος· ἐπίνειον γοῦν ἐπὶ τῷ στόματι τοῦ Εὐξείνου Πόντου κείμενον, ἐξ ἀρχαίου τε ‘Φαρμακέα’ καλούμενον, ‘Θεραπείας’ ὠνόμασεν, ἵνα μὴ τὰς συνάξεις ἐκεῖ ποιούμενος δυσφήμῳ ὀνόματι ὀνομάζῃ τὸν τόπον. Καὶ ἄλλο δὲ προάστειον τῆς Κωνσταντινουπόλεως ‘Ἀργυρόπολιν’ ὠνόμασεν ἐξ αἰτίας τοιαύτης. Χρυσόπολις ἐπίνειον ἀρχαῖον ἐστὶν, ὃ κεῖται μὲν ἐν ἀρχῇ τοῦ Βοσπόρου· μέμνηνται δὲ αὐτοῦ πολλοὶ τῶν παλαιῶν συγγραφέων, καὶ Στράβων τε καὶ ὁ Δαμασκηνὸς Νικόλαος, καὶ ὁ ἐν λόγοις τε θαυμαστὸς Ξενοφῶν ἔν τε τῇ ἕκτῃ τῆς Κύρου Ἀναβάσεως καὶ ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν φησὶ περὶ αὐτῆς, ὅτι ‘Ἀλκιβιάδης ἀποτειχίσας αὐτὴν δεκατευτήριον ἐν αὐτῇ κατέστησε· τὰς γὰρ δεκάτας οἱ ἀπὸ τοῦ Πόντου πλέοντες ἐν αὐτῇ παρεῖχον.’ Κατιδὼν οὖν ὁ Ἀττικὸς τὸν καταντικρὺ Χρυσοπόλεως τόπον εὐτερπῆ τυγχάνοντα, ‘πρέπειν’ ἔφη ‘τοῦτον Ἀργυρόπολιν ὀνομάζεσθαι,’ καὶ ῥηθεὶς ὁ λόγος εὐθὺς τὴν ἐπωνυμίαν ἐκράτυνεν. Τινῶν δὲ λεγόντων πρὸς αὐτὸν, μὴ ὀφείλειν Ναυατιανοὺς ἔνδον συνάγειν τῶν πόλεων, ‘Οὐκ οἴδατε,’ εἶπεν, ‘ὅσα ἡμῖν διωκομένοις ἐπὶ Κωνσταντίου καὶ Οὐάλεντος συμπεπόνθασιν; ἄλλως τε,’ ἔφη, ‘καὶ μάρτυρες τῆς πίστεως ἡμῶν καθεστήκασι· πάλαι γὰρ τῆς ἐκκλησίας χωρισθέντες, οὐδὲν περὶ τὴν πίστιν ἐκαινοτόμησαν.’ Ἐν Νικαίᾳ δέ ποτε διὰ χειροτονίαν ἐπισκόπου γενόμενος, Ἀσκληπιάδην τε τὸν ἐκεῖ Ναυατιανῶν ἐπίσκοπον γηραιὸν ὄντα ἰδὼν ἠρώτησε, ‘Πόσους ἐνιαυτοὺς ἐπίσκοπος ὢν τυγχάνεις;’ τοῦ δὲ ‘πεντήκοντα’ εἰπόντος, ‘Εὐδαίμων,’ ἔφη, ‘τυγχάνεις, ὦ ἄνθρωπε, τοσούτου χρόνου "καλοῦ ἔργου" ἐπιμελούμενος.’ Πρὸς δὲ τὸν αὐτὸν Ἀσκληπιάδην, ‘Ἐγὼ,’ ἔφη, ‘τὸν μὲν Ναύατον ἐπαινῶ· τοὺς Ναυατιανοὺς δὲ οὐκ ἀποδέχομαι.’ Ξενοφωνηθεὶς δὲ ὁ Ἀσκληπιάδης, ‘Πῶς τοῦτο,’ ἔφη, ‘λέγεις, ἐπίσκοπε;’ ‘Ἐκεῖνον μὲν,’ ἔφη ὁ Ἀττικὸς, ‘ἐπαινῶ, ὅτι τοῖς ἐπιθύσασι κοινωνῆσαι οὐχ εἵλετο· τοῦτο γὰρ ἂν καὶ αὐτὸς ἐγὼ ἐποίησα· τοὺς δὲ Ναυατιανοὺς οὐκ ἐπαινῶ, ὅτι περὶ εὐτελῶν πταισμάτων τῆς κοινωνίας τοὺς λαϊκοὺς ἀποκλείουσι.’ Πρὸς ταῦτα ὁ Ἀσκληπιάδης, ‘Ἐκτὸς,’ ἔφη, ‘τοῦ ἐπιθῦσαι, καὶ ἄλλαι πολλαὶ κατὰ τὰς γραφὰς εἰσὶν "ἁμαρτίαι πρὸς θάνατον," δι´ ἃς ὑμεῖς μὲν τοὺς κληρικοὺς, ἡμεῖς δὲ καὶ τοὺς λαϊκοὺς ἀποκλείομεν, Θεῷ μόνῳ τὴν συγχώρησιν αὐτῶν ἐπιτρέποντες.’ Προέγνω δὲ Ἀττικὸς καὶ τὴν ἑαυτοῦ τελευτήν· ἀναχωρῶν γοῦν τῆς Νικαίας πρὸς Καλλιόπιον τὸν ἐκεῖ πρεσβύτερον, ‘Σπεῦδε,’ ἔφη, ‘πρὸ φθινοπώρου ἐπὶ τὴν Κωνσταντινούπολιν, εἰ βούλει με αὖθις ζῶντα θεάσασθαι· εἰ γὰρ βραδύνεις, οὐ καταλήψῃ μέ.’ Καὶ τοῦτο εἰπὼν οὐ διήμαρτεν· ἐν γὰρ τῷ εἰκοστῷ πρώτῳ ἔτει τῆς ἐπισκοπῆς ἑαυτοῦ, τῇ δεκάτῃ τοῦ Ὀκτωβρίου μηνὸς ἐτελεύτησεν, ἐν ὑπατείᾳ Θεοδοσίου τὸ ἑνδέκατον καὶ Οὐαλεντινιανοῦ Καίσαρος τὸ πρῶτον. Ὁ μέντοι βασιλεὺς Θεοδόσιος ἐκ τῆς Θεσσαλονίκης ὑποστρέψας, τὴν ἐκκομιδὴν αὐτοῦ οὐ κατέλαβεν· ἔφθασε γὰρ πρὸ μιᾶς ἡμέρας τῆς εἰσόδου τοῦ αὐτοκράτορος Ἀττικὸς παραδοθεὶς τῇ ταφῇ. Οὐκ εἰς μακρὰν δὲ καὶ ἀναγόρευσις τοῦ νέου Οὐαλεντινιανοῦ ἐμηνύθη, περὶ τὴν .τρίτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνὸς Ὀκτωβρίου.

26

Περὶ Σισιννίου τοῦ μετὰ Ἀττικὸν Κωνσταντινουπόλεως ἐπισκοπήσαντος. Ἐγένετο δὲ μετὰ τὴν τελευτὴν Ἀττικοῦ πολλὴ φιλονεικία περὶ χειροτονίας ἐπισκόπου, ἄλλων ἄλλον ζητούντων· τινὲς μὲν γὰρ, φησὶ, Φίλιππον τὸν πρεσβύτερον ἐζήτουν· τινὲς δὲ Πρόκλον· καὶ οὗτος δὲ πρεσβύτερος ἦν. Κοινῇ δὲ πᾶς ὁ λαὸς ἐπόθει γίνεσθαι Σισίννιον· ὅς τις πρεσβύτερος μὲν ἦν καὶ αὐτὸς, ἐν οὐδεμιᾷ δὲ τῶν ἐντὸς τῆς πόλεως ἐκκλησιῶν ἐτέτακτο, ἀλλ´ ἐν προαστείῳ τῆς Κωνσταντινουπόλεως, ᾧ ἐπώνυμον Ἐλαία, τὴν ἱερωσύνην ἐκεκλήρωτο· ὅπερ καταντικρὺ μὲν κεῖται τῆς πόλεως, ἐν αὐτῷ δὲ ἐξ ἔθους ἡ ἀναλήψιμος τοῦ Σωτῆρος ἐπιτελεῖται πάνδημος ἑορτή. Πόθον δὲ εἶχον τοῦ ἀνδρὸς πάντες οἱ λαϊκοὶ, ὅτι ἐπ´ εὐλαβείᾳ περιβόητος ἦν, καὶ μάλιστα ὅτι τοὺς πτωχοὺς ‘ὑπὲρ δύναμιν’ ἐσπούδαζεν. Κατεκράτησεν οὖν ἡ τῶν λαϊκῶν σπουδή· καὶ χειροτονεῖται Σισίννιος τῇ εἰκάδι ὀγδόῃ τοῦ Φεβρουαρίου μηνὸς, τῇ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Θεοδοσίου τὸ δωδέκατον καὶ Οὐαλεντινιανοῦ τοῦ νεωτέρου Αὐγούστου τὸ δεύτερον. Ἐπὶ τούτῳ Φίλιππος ὁ πρεσβύτερος, ὅτι αὐτοῦ προεκρίθη ἕτερος, πολλὰ τῆς χειροτονίας καθήψατο ἐν τῇ πεπονημένῃ αὐτῷ ‘Χριστιανικῇ ἱστορίᾳ,’ διαβάλλων καὶ τὸν χειροτονηθέντα καὶ τοὺς χειροτονήσαντας, καὶ πολλῷ πλέον τοὺς λαϊκούς· τοιαῦτα τε εἶπεν, οἷα οὐκ ἂν ἑλοίμην παραδοῦναι γραφῇ, ἐπεὶ κἀκεῖνον οὐκ ἀποδέχομαι τῆς προπετείας, τοιαῦτα γραφῇ παραδοῦναι τολμήσαντα· μικρὰ δὲ περὶ αὐτοῦ εἰπεῖν οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι.

27

Περὶ Φιλίππου πρεσβυτέρου τοῦ ἀπὸ Σίδης. Φίλιππος Σιδίτης μὲν ἦν τὸ γένος· Σίδη δὲ πόλις τῆς Παμφυλίας, ἀφ´ ἧς ὥρμητο καὶ Τρώϊλος ὁ σοφιστὴς, οὗ καὶ συγγενῆ ἑαυτὸν εἶναι ἐσεμνύνετο. Διάκονος δὲ ἦν, ἐπεὶ τὰ πολλὰ τῷ ἐπισκόπῳ Ἰωάννῃ συνῆν· ἐφιλοπόνει δὲ καὶ περὶ λόγους, καὶ πολλὰ καὶ παντοῖα βιβλία συνῆγε· ζηλώσας δὲ τὸν Ἀσιανὸν τῶν λόγων χαρακτῆρα, πολλὰ συνέγραφε, τά τε τοῦ βασιλέως Ἰουλιανοῦ ‘κατὰ Χριστιανῶν’ βιβλία ἀνασκευάζων, καὶ ‘Χριστιανικὴν ἱστορίαν’ συνέθηκεν· ἣν ἐν τριάκοντα ἓξ βιβλίοις διεῖλεν· ἕκαστον δὲ βιβλίον εἶχε τόμους πολλοὺς, ὡς τοὺς πάντας ἐγγὺς εἶναι χιλίους· ὑπόθεσις δὲ ἑκάστου τόμου ἰσάζει τῷ τόμῳ. Τὴν μὲν οὖν πραγματείαν ταύτην οὐκ ‘ἐκκλησιαστικὴν’ ἱστορίαν, ἀλλὰ ‘Χριστιανικὴν’ ἐπέγραψεν· πολλὰς δὲ συνεισφέρει ὕλας εἰς αὐτὴν, δεικνύναι βουλόμενος μὴ ἀπείρως ἔχειν ἑαυτὸν τῶν φιλοσόφων παιδευμάτων· διὸ καὶ συνεχῶς γεωμετρικῶν τε καὶ ἀστρονομικῶν καὶ ἀριθμητικῶν καὶ μουσικῶν θεωρημάτων ποιεῖται μνήμην, ἐκφράσεις τε λέγων νήσων καὶ ὀρέων καὶ δένδρων καὶ ἄλλων τινῶν εὐτελῶν. Δι´ ὧν καὶ χαύνην τὴν πραγματείαν εἰργάσατο· διὸ καὶ, ὡς νομίζω, ἀχρεῖον αὐτὴν καὶ ἰδιώταις καὶ εὐπαιδεύτοις πεποίηκεν· οἱ ἰδιῶται μὲν γὰρ τὸ κεκομψευμένον τῆς φράσεως ἰδεῖν οὐκ ἰσχύουσιν, οἱ δὲ εὐπαίδευτοι τῆς ταυτολογίας καταγινώσκουσιν. Ἀλλ´ ἕκαστος μὲν περὶ τῶν βιβλίων ὡς ἔχει γνώμης κρινέτω· ἐγὼ δὲ ἐκεῖνό φημι, ὅτι τοὺς χρόνους τῆς ἱστορίας συγχέει. Μνημονεύσας γὰρ τῶν τοῦ αὐτοκράτορος Θεοδοσίου χρόνων, αὖθις ἐπὶ τοὺς Ἀθανασίου τοῦ ἐπισκόπου χρόνους ἀνέδραμεν· καὶ τοῦτο ὡς πλεῖστον ποιεῖ. Καὶ τοσαῦτα μὲν περὶ Φιλίππου· ὃ δὲ ἐπὶ Σισιννίου γέγονεν, ἀναγκαῖον εἰπεῖν.

28

Ὡς Πρόκλον Κυζίκου ἐπίσκοπον ὁ Σισίννιος ἐχειροτόνησεν· οἱ δὲ Κυζικηνοὶ τοῦτον οὐ προσεδέξαντο. Τοῦ Κυζικηνῶν ἐπισκόπου τελευτήσαντος, ὁ Σισίννιος Πρόκλονἐχειροτόνησε πρὸς ἐπισκοπὴν τῆς Κυζίκου· μέλλοντος οὖν διάγειν ἐπ´ αὐτὴν, φθάνουσιν οἱ Κυζικηνοὶ, καὶ χειροτονοῦσι ἄνδρα ἀσκητικὸν, ᾧ ὄνομα ἦν Δαλμάτιος. Καὶ τοῦτο ἐποίησαν ἀμελήσαντες τοῦ νόμου τοῦ κελεύοντος, παρὰ γνώμην τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως χειροτονίαν ἐπισκόπου μὴ γίνεσθαι· ἠμέλησαν δὲ τοῦ νόμου τούτου, ὡς Ἀττικῷ μόνῳ εἰς πρόσωπον παρασχεθέντος. Ἔμενεν οὖν ὁ Πρόκλος οἰκείας μὲν ἐκκλησίας μὴ προεστὼς, ἐν δὲ ταῖς ἐκκλησίαις τῆς Κωνσταντινουπόλεως κατὰ τὰς διδασκαλίας ἀνθῶν· ἀλλὰ περὶ μὲν τούτου κατὰ χώραν ἐροῦμεν. Σισίννιος δὲ οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπιβιοὺς τῇ ἐπισκοπῇ ἐτελεύτησεν ἐν ὑπατείᾳ Ἱερίου καὶ Ἀρδαβουρίου, τῇ εἰκάδι τετάρτῃ τοῦ Δεκεμβρίου μηνός. Ἀνὴρ ἐπὶ σωφροσύνῃ μὲν καὶ βίῳ ὀρθῷ καὶ φιλοπτωχίᾳ περιβόητος· τὸ δὲ ἦθος εὐπρόσιτός τε καὶ ἄπλαστος, καὶ διὰ τοῦτο ἀπραγμονέστερος· διὸ καὶ τοῖς φιλοπράγμοσιν λυπηρὸς ἦν, καὶ ἀδρανείας δόξαν ἔλαβε παρ´ αὐτοῖς.

29

Ὡς Πρόκλον Κυζίκου ἐπίσκοπον ὁ Σισίννιος ἐχειροτόνησεν· οἱ δὲ Κυζικηνοὶ τοῦτον οὐ προσεδέξαντο. Τοῦ Κυζικηνῶν ἐπισκόπου τελευτήσαντος, ὁ Σισίννιος Πρόκλον ἐχειροτόνησε πρὸς ἐπισκοπὴν τῆς Κυζίκου· μέλλοντος οὖν διάγειν ἐπ´ αὐτὴν, φθάνουσιν οἱ Κυζικηνοὶ, καὶ χειροτονοῦσι ἄνδρα ἀσκητικὸν, ᾧ ὄνομα ἦν Δαλμάτιος. Καὶ τοῦτο ἐποίησαν ἀμελήσαντες τοῦ νόμου τοῦ κελεύοντος, παρὰ γνώμην τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως χειροτονίαν ἐπισκόπου μὴ γίνεσθαι· ἠμέλησαν δὲ τοῦ νόμου τούτου, ὡς Ἀττικῷ μόνῳ εἰς πρόσωπον παρασχεθέντος. Ἔμενεν οὖν ὁ Πρόκλος οἰκείας μὲν ἐκκλησίας μὴ προεστὼς, ἐν δὲ ταῖς ἐκκλησίαις τῆς Κωνσταντινουπόλεως κατὰ τὰς διδασκαλίας ἀνθῶν· ἀλλὰ περὶ μὲν τούτου κατὰ χώραν ἐροῦμεν. Σισίννιος δὲ οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπιβιοὺς τῇ ἐπισκοπῇ ἐτελεύτησεν ἐν ὑπατείᾳ Ἱερίου καὶ Ἀρδαβουρ{Ὡς μετὰ τὴν τελευτὴν Σισιννίου, Νεστόριον ἐκ τῆς Ἀντιοχείας μεταπεμψάμενοι ἐπίσκοπον Κωνσταντινουπόλεως πεποιήκασιν, ὃς εὐθὺς ἐφωράθη ὁποῖος ἦν.} Μετὰ δὲ τὴν τελευτὴν Σισιννίου ἐδόκει τοῖς κρατοῦσι μηδένα μὲν διὰ τοὺς κενοσπουδαστὰς ἐκ τῆς ἐκκλησίας εἰς τὴν ἐπισκοπὴν προχειρίζεσθαι· καίτοι πολλῶν μὲν τὸν Φίλιππον, πολλῶν δὲ τὸν Πρόκλον χειροτονηθῆναι σπευδόντων. Ἐπήλυδα δὲ ἐκ τῆς Ἀντιοχείας καλεῖν ἐβούλοντο· ἦν γάρ τις ἐκεῖ Νεστόριος τοὔνομα, τὸ μὲν γένος Γερμανικεύς· εὔφωνος δὲ ἄλλως καὶ εὔλαλος· διὸ καὶ ὡς προσεπιτήδειον εἰς διδασκαλίαν ἔγνωσαν μεταπέμπεσθαι. Τριμήνου οὖν διαδραμόντος, ἄγεται ἐκ τῆς Ἀντιοχείας ὁ Νεστόριος· ὅστις ἐπὶ σωφροσύνῃ μὲν παρὰ τοῖς πλείστοις ἐκηρύττετο· ὁποῖος δὲ ἦν ἐν τοῖς ἄλλοις τὸ ἦθος, ἀπὸ τῆς πρώτης αὐτοῦ διδασκαλίας τοὺς εὖ φρονοῦντας οὐκ ἔλαθε. Χειροτονηθεὶς γὰρ τῇ δεκάτῃ τοῦ Ἀπριλλίου μηνὸς, ἐν ὑπατείᾳ Φίληκος καὶ Ταύρου, εὐθὺς ἐκείνην τὴν περιβόητον ἀφῆκε φωνὴν, ἐπὶ τοῦ λαοῦ παντὸς πρὸς τὸν βασιλέα τὸν λόγον ποιούμενος. ‘Δός μοι,’ φησὶν, ‘ὦ βασιλεῦ, καθαρὰν τὴν γῆν τῶν αἱρετικῶν, κἀγώ σοι τὸν οὐρανὸν ἀντιδώσω· συγκάθελέ μοι τοὺς αἱρετικοὺς, κἀγὼ συγκαθελῶ σοι τοὺς Πέρσας.’ Ταῦτα λεχθέντα, εἰ καί τινες τῶν πολλῶν πρὸς τοὺς αἱρετικοὺς ἀπεχθῶς ἔχοντες ἡδέως ἐδέχοντο, ἀλλ´ οὖν γε, ὡς ἔφην, τοὺς εἰδότας ἐκ λόγου γνώμην τεκμῄρασθαι οὐκ ἔλαθεν οὐδὲ τὸ κοῦφον τῆς διανοίας, οὐδὲ τὸ θυμικὸν ἐν ταὐτῷ καὶ κενόδοξον· ὅτι μηδὲ τὸ βραχύτατον εἰς ὑπέρθεσιν ἀνασχόμενος εἰς τοιούτους προήχθη λόγους· ἀλλ´ εἰ δεῖ κατὰ τὴν παροιμίαν εἰπεῖν, ‘μηδὲ τοῦ τῆς πόλεως ὕδατος ἤδη γευσάμενος’ διάπυρος διώκτης ἐδείκνυτο. Πέμπτῃ γε οὖν μετὰ τὴν χειροτονίαν ἡμέρᾳ εὐκτήριον τῶν Ἀρειανῶν, ἐν ᾧ ἐν παραβύστῳ ηὔχοντο, καθελεῖν βουλόμενος, εἰς ἀπόνοιαν αὐτοὺς ἤλασεν. Ὁρῶντες γὰρ καθαιρούμενον τὸν εὐκτήριον τόπον, πῦρ ἐμβαλόντες ὑφῆψαν αὐτόν· ἐπινεμηθὲν δὲ τὸ πῦρ καὶ τὰς παρακειμένας οἰκίας ἀνήλωσε· θόρυβός τε ἐκ τούτου κατὰ τὴν πόλιν ἐγένετο, καὶ οἱ Ἀρειανοὶ πρὸς ἄμυναν ηὐτρεπίζοντο· ἀλλὰ τὸ μὲν κακὸν προβῆναι εἰς ἔργον οὐ συνεχώρησεν ὁ τὴν πόλιν ἀεὶ φυλάσσων Θεός. ‘Πυρκαϊὰν’ δὲ τοῦ λοιποῦ ἀπεκάλουν αὐτὸν οὐ μόνον οἱ τῶν αἱρέσεων, ἀλλ´ ἤδη καὶ οἱ οἰκεῖοι τῆς πίστεως· οὐ γὰρ ἐπαύετο, ἀλλὰ κατὰ τῶν αἱρέσεων τεχναζόμενος, τὸ ἐπ´ αὐτῷ τὴν πόλιν ἀνέτρεψε. Καὶ γὰρ Ναυατιανοὺς σκύλλειν ἐπειρᾶτο, ὑποκνιζόμενος ἐφ´ οἷς ὁ Ναυατιανῶν ἐπίσκοπος Παῦλος ἐπ´ εὐλαβείᾳ περιβόητος ἦν· ἀλλ´ οἱ κρατοῦντες παραινέσει κατέστελλον αὐτοῦ τὴν ὁρμήν. Ὅσα δὲ περὶ Ἀσίαν, Λυδίαν τε καὶ Καρίαν κακὰ τοῖς Τεσσαρεσκαιδεκατίταις ἐποίησε, καὶ ὁπόσοι δι´ αὐτὸν πολλοὶ περὶ Μίλητον καὶ Σάρδεις ἐν τῇ γενομένῃ στάσει ἀπέθανον, παραλιπεῖν μοι δοκῶ. Ὁποίαν μὲν οὖν καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἄθυρον αὐτοῦ γλῶσσαν δίκην ἔδωκε, μετ´ ὀλίγον ἐρῶ.ου, τῇ εἰκάδι τετάρτῃ τοῦ Δεκεμβρίου μηνός. Ἀνὴρ ἐπὶ σωφροσύνῃ μὲν καὶ βίῳ ὀρθῷ καὶ φιλοπτωχίᾳ περιβόητος· τὸ δὲ ἦθος εὐπρόσιτός τε καὶ ἄπλαστος, καὶ διὰ τοῦτο ἀπραγμονέστερος· διὸ καὶ τοῖς φιλοπράγμοσιν λυπηρὸς ἦν, καὶ ἀδρανείας δόξαν ἔλαβε παρ´ αὐτοῖς.

30

Τίνα τρόπον ἐπὶ τοῦ νέου Θεοδοσίου Βουργουνζίωνες ἐχριστιάνισαν. Πρᾶγμα μέντοι περὶ τόνδε τὸν χρόνον ἄξιον μνήμης γενόμενον διηγήσομαι. Ἔθνος ἐστὶ βάρβαρον πέραν τοῦ ποταμοῦ Ῥήνου ἔχον τὴν οἴκησιν, Βουργουνζίωνες καλοῦνται· οὗτοι βίον ἀπράγμονα ζῶσιν ἀεί· τέκτονες γὰρ σχεδὸν πάντες εἰσίν· καὶ ἐκ ταύτης μισθὸν λαμβάνοντες ἀποτρέφονται. Τούτοις συνεχῶς τὸ ἔθνος τῶν Οὕννων ἐπερχόμενον, ἐλεηλάτει τὴν χώραν αὐτῶν, καὶ πολλοὺς πολλάκις αὐτῶν ἀνῄρουν· οἱ δὲ ὑπὸ ἀμηχανίας ἀνθρώπῳ προσφεύγουσιν οὐδενὶ, θεῷ δέ τινι ἐπιτρέψαι ἑαυτοὺς ἐβούλοντο. Κατὰ νοῦν δὲ λαμβάνοντες ὅτι Ῥωμαίων ὁ Θεὸς ἰσχυρῶς τοῖς φοβουμένοις αὐτὸν βοηθεῖ, κοινῇ γνώμῃ πάντες ἐπὶ τὸ πιστεῦσαι τῷ Χριστῷ ἐληλύθασιν· γενόμενοί τε ἐν πόλει μιᾷ τῆς Γαλλίας παρακαλοῦσιν ὑπὸ τοῦ ἐπισκόπον τυχεῖν Χριστιανικοῦ βαπτίσματος. Ὁ δὲ ἐπὶ ἑπτὰ ἡμέρας παρασκευάσας νηστεῦσαι αὐτοὺς, καὶ τὴν πίστιν κατηχήσας αὐτοὺς, τῇ ὀγδόῃ ἡμέρᾳ βαπτίσας ἀπέλυσε. Θαρραλέοι οὖν οὗτοι κατὰ τῶν τυράννων ἐπορεύοντο· καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτον. Τοῦ γὰρ βασιλέως τῶν Οὕννων ὑπὸ ἀδηφαγίας ἐν νυκτὶ διαρραγέντος, ᾧ ὄνομα Οὔπταρος ἦν, οἱ Βουργουνζίωνες ἀστρατηγήτοις ἐπιθέμενοι, ὀλίγοι τε πρὸς σφόδρα πολλοὺς συμβαλόντες, ἐνίκησαν· τρισχίλιοι γὰρ μόνοι περὶ τοὺς μυρίους κατήνεγκαν· καὶ ἐξ ἐκείνου τὸ ἔθνος διαπύρως ἐχριστιάνισεν. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Βάρβας ὁ τῶν Ἀρειανῶν ἐπίσκοπος ἐτελεύτησεν, ἐν ὑπατείᾳ Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ Οὐαλεντινιανοῦ τὸ τρίτον, τῇ εἰκάδι τετάρτῃ τοῦ Ἰουνίου μηνός· καὶ καθίσταται εἰς τὸν τόπον αὐτοῦ Σαββάτιος· περὶ μὲν δὴ τούτων τοσαῦτα εἰρήσθω.

[7,31] Οἷα πεπόνθασιν ὑπὸ Νεστορίου Μακεδονιανοί. Νεστόριος μέντοι παρὰ τὸ εἰωθὸς τῇ ἐκκλησίᾳ πράττων καὶ< ἄλλως ἐν τοῖς τοιούτοις ἑαυτὸν μισεῖσθαι ἐποίει, ὡς τὰ ὑπ´ αὐτοῦ< γενόμενα δείκνυσιν. Ἐν Γέρμῃ γὰρ πόλει τοῦ Ἑλλησπόντου< Ἀντώνιος ἐπίσκοπος ὢν, καὶ πειθόμενος τῇ Νεστορίου περὶ τοὺς< αἱρετικοὺς ὁρμῇ, Μακεδονιανοὺς ἐλαύνειν ἐσπούδαζε, πρόσχημα< ἀπολογίας τὴν τοῦ πατριάρχου πρόσταξιν λαμβάνων. Οἱ οὖν< Μακεδονιανοὶ μέχρι μέν τινος τὸν σκυλμὸν ὑπέμενον· ἐπεὶ δὲ< αὐτοὺς ὁ Ἀντώνιος σφοδρότερον ἔσκυλλε, μηκέτι φέροντες τὸ< ἄχθος εἰς χαλεπὴν ἀπόνοιαν τρέπονται· ὑποπέμψαντές τε ἄνδρας< ἐν δευτέρῳ τὸ ἀγαθὸν τοῦ ἡδέος τιθεμένους ἀναιροῦσιν αὐτόν.< Τοῦτο τὸ μῦσος τῶν Μακεδονιανῶν ἐργασαμένων, ὁ Νεστόριος< ὑπόθεσιν τῆς ἰδίας ὁρμῆς ἔλαβε τὰ γενόμενα· πείθει τε τοὺς< κρατοῦντας τὰς ἐκκλησίας αὐτῶν ἀφελέσθαι. Ἀφῃρέθησαν οὖν< ἥ τε ἐν Κωνσταντινουπόλει πρὸ τοῦ παλαιοῦ τείχους τῆς πόλεως,< καὶ ἡ ἐν Κυζίκῳ, καὶ ἄλλαι πολλαὶ ὧν ἔσχον ἐν τοῖς ἐν Ἑλλη–< σπόντῳ ἀγροῖς· τινὲς δὲ αὐτῶν προσεχώρησαν τῇ ἐκκλησίᾳ, τοῦ< ‘ὁμοουσίου’ τῇ πίστει συνθέμενοι. Ἀλλὰ ‘φιλοίνοις,’ ὡς φησὶν< ἡ παροιμία, ‘οἶνος οὐ λείπει, οὐδὲ φιλονείκῳ μάχη·’ καὶ Νεστορίῳ< τοίνυν φιλονεικοῦντι ἐξελαύνειν ἄλλους, αὐτὸν ἐξελαθῆναι τῆς< ἐκκλησίας συνέπεσεν ἐξ αἰτίας τοιαύτης.

[7,32] Περὶ Ἀναστασίου πρεσβυτέρου, δι´ οὗ καὶ Νεστόριος εἰς τὸ δυσσεβεῖν κατηνέχθη. Συνῆν αὐτῷ Ἀναστάσιος πρεσβύτερος, ἅμα αὐτῷ ἐκ τῆς Ἀντιοχείας σταλείς· τοῦτον διὰ τιμῆς εἶχε πολλῆς, καὶ ἐν τοῖς πράγμασι συμβούλῳ ἐχρῆτο. Καί ποτε ἐπ´ ἐκκλησίας ὁ Ἀναστάσιος διδάσκων ἔφη, ‘Θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς· Μαρία γὰρ ἄνθρωπος ἦν· ὑπὸ ἀνθρώπου δὲ Θεὸν τεχθῆναι ἀδύνατον.’ Τοῦτο ἀκουσθὲν πολλοὺς κληρικούς τε καὶ λαϊκοὺς ἐν ταὐτῷ πάντας .ἐτάραξεν· ἦσαν γὰρ πάλαι διδαχθέντες θεολογεῖν τὸν Χριστὸν, καὶ μηδαμῶς αὐτὸν τῆς οἰκονομίας, ὡς ἄνθρωπον, χωρίζειν ἐκ τῆς θεότητος, πειθόμενοι τῇ τοῦ ἀποστόλου φωνῇ λεγούσῃ, ‘Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν·’ καὶ, ‘Διὸ ἀφέντες τὸν περὶ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα.’ Ταραχῆς οὖν, ὡς ἔφην, ἐν τῇ ἐκκλησίᾳ γενομένης, ὁ Νεστόριος τὸν τοῦ Ἀναστασίου λόγον κυρώσασθαι σπεύδων, —οὐ γὰρ ἐξελέγχεσθαι ὡς βλάσφημον τὸν παρ´ αὐτοῦ τιμώμενον ἤθελε, —συνεχῶς περὶ τούτου ἐπὶ τῆς ἐκκλησίας ἐδίδασκε, φιλονεικότερόν τε περὶ αὐτοῦ τὰς ζητήσεις ποιούμενος, καὶ πανταχοῦ τὴν λέξιν τοῦ ‘Θεοτόκος’ ἐκβάλλων. Διὸ τῆς περὶ τούτου ζητήσεως παρ´ ἄλλοις ἄλλως ἐκδεχθείσης, διαίρεσις ἐν τῇ ἐκκλησίᾳ ἐγένετο· καὶ ὥσπερ ἐν νυκτομαχίᾳ καθεστῶτες νῦν μὲν ταῦτα ἔλεγον, νῦν δὲ τὰ ἕτερα· συγκατετίθεντό τε ἐν ταὐτῷ καὶ ἠρνοῦντο. Νεστόριος δὲ δόξαν παρὰ τοῖς πολλοῖς εἶχεν, ὡς ψιλὸν ἄνθρωπον λέγων τὸν Κύριον, καὶ ὡς Παύλου τοῦ Σαμοσατέως καὶ Φωτεινοῦ τὸ δόγμα εἰς τὴν ἐκκλησίαν ἄγων. Ἀλλὰ περὶ μὲν τούτου τοσαύτη ἐκινήθη ζήτησις καὶ ταραχὴ, ὡς καὶ συνόδου οἰκουμενικῆς δεηθῆναι. Ἐγὼ δὲ ἐντυχὼν τοῖς παρὰ Νεστορίου λόγοις ἐκδοθεῖσιν ἀγνοοῦντα ἐφευρίσκω τὸν ἄνδρα· καὶ μετ´ ἀληθείας ἐρῶ· οὐδὲ γὰρ οὔτε ἀπεχθανόμενος πρὸς αὐτὸν ὧν εἶχεν ἐλαττωμάτων ἐμνήσθην, οὔτε χαριζόμενός τισιν ἐλαττονοῦντα ὧν ἐφεῦρον ἐκθήσομαι. Οὔ μοι δοκεῖ ὁ Νεστόριος οὔτε τὸν Σαμοσατέα Παῦλον ζηλῶν οὔτε μὴν Φωτεινὸν, μηδ´ ὅλως ψιλὸν ἄνθρωπον λέγειν τὸν Κύριον· ἀλλὰ τὴν λέξιν μόνην ὡς τὰ μορμολύκια πεφόβηται. Καὶ τοῦτο πέπονθεν ὑπὸ ἀμαθίας πολλῆς· φυσικῶς γὰρ εὔλαλος ὢν, πεπαιδεῦσθαι μὲν ἐνομίζετο, τῇ δὲ ἀληθείᾳ ἀνάγωγος ἦν· καὶ τὰς τῶν παλαιῶν ἑρμηνέων βίβλους ἀπηξίου μανθάνειν· τυφούμενος γὰρ ὑπὸ τῆς εὐγλωττίας οὐκ ἀκριβῶς προσεῖχε τοῖς παλαιοῖς, ἀλλὰ πάντων κρείττονα ἐνόμιζεν ἑαυτόν. Αὐτίκα γοῦν ἠγνόησεν, ὅτι ἐν τῇ καθολικῇ Ἰωάννου γέγραπτο ἐν τοῖς παλαιοῖς ἀντιγράφοις, ὅτι ‘πᾶν πνεῦμα ὃ λύει τὸν Ἰησοῦν ἀπὸ τοῦ Θεοῦ οὐκ ἔστι.’ Ταύτην γὰρ τὴν διάνοιαν ἐκ τῶν παλαιῶν ἀντιγράφων περιεῖλον οἱ χωρίζειν ἀπὸ τοῦ τῆς οἰκονομίας ἀνθρώπου βουλόμενοι τὴν θεότητα. Διὸ καὶ οἱ παλαιοὶ ἑρμηνεῖς αὐτὸ τοῦτο ἐπεσημῄναντο, ὥς τινες εἶεν ῥᾳδιουργήσαντες τὴν ἐπιστολὴν, λύειν ἀπὸ τοῦ Θεοῦ τὸν ἄνθρωπον θέλοντες· συνανείληπται δὲ ἡ ἀνθρωπότης τῇ θεότητι· καὶ οὐκέτι εἰσὶ δύο, ἀλλὰ ἕν. Τοῦτο θαρροῦντες οἱ παλαιοὶ ‘Θεοτόκον’ τὴν Μαρίαν λέγειν οὐκ ὤκνησαν· οὕτω γὰρ καὶ ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ τρίτῳ λόγῳ τῷ εἰς τὸν βίον Κωνσταντίνου κατὰ λέξιν ταῦτα φησί· Καὶ γὰρ καὶ γέννησιν ὑπομένειν ὁ ‘μεθ´ ἡμῶν Θεὸς’ δι´ ἡμᾶς ἠνέσχετο· καὶ τόπος αὐτοῦ τῆς ἐνσάρκου γεννήσεως ὀνομαστὶ παρ´ Ἑβραίοις ἡ Βηθλεὲμ ἐκηρύττετο. Διὸ δὴ καὶ ἡ βασίλισσα Ἑλένη ἡ θεοφιλεστάτη τῆς Θεοτόκου τὴν κύησιν μνήμασι θαυμασίοις κατεκόσμει, παντοίως τὸ τῇδε ἱερὸν ἄντρον φαιδρύνουσα. Καὶ Ὠριγένης δὲ ἐν τῷ πρώτῳ τόμῳ τῶν εἰς τὴν πρὸς Ῥωμαίους τοῦ ἀποστόλου ἐπιστολὴν ἑρμηνεύων πῶς ‘Θεοτόκος’ λέγεται πλατέως ἐξήτασε. Φαίνεται τοίνυν ὁ Νεστόριος ἀγνοήσας τὰς πραγματείας τῶν παλαιῶν· διὸ καθὼς ἔφην, τὴν λέξιν μόνην περιΐσταται. Ἐπεὶ ὅτι ψιλὸν οὐ λέγει ἄνθρωπον τὸν Χριστὸν, ὡς Φωτεινὸς ἢ Παῦλος ὁ Σαμοσατεὺς, καὶ αἱ ἐκδοθεῖσαι αὐτοῦ προσομιλίαι διδάσκουσιν· ὡς οὐδαμοῦ τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν ἀναιρεῖ, ἀλλὰ πανταχοῦ ἐνυπόστατον αὐτὸν ὁμολογεῖ καὶ ἐνούσιον. Οὐ μὴν ὡς Φωτεινὸς καὶ ὁ Σαμοσατεὺς ἀναιρεῖ αὐτοῦ τὴν ὕπαρξιν· τοῦτο γὰρ καὶ Μανιχαῖοι καὶ οἱ ἀπὸ Μοντανοῦ δογματίζειν ἐτόλμησαν. Οὕτω μὲν οὖν τὸν Νεστόριον φρονοῦντα εὑρίσκω ἐγὼ, ἔκ τε ὧν ἀνέγνων αὐτοῦ λόγων, καὶ ἀφ´ οὗ οἱ ἐρασταὶ αὐτοῦ λέγουσιν. Οὐ μικρὰν μέντοι ταραχὴν τῇ οἰκουμένῃ ἡ ψυχρολογία Νεστορίου ἐκίνησεν.

[7,33] Περὶ τοῦ γενομένου μύσους ἐν τῷ θυσιαστηρίῳ τῆς μεγάλης ἐκκλησίας ὑπὸ τῶν φυγάδων δούλων.

Καὶ τούτων γενομένων, ἐπισυνέβη μυσαρόν τι πρᾶγμα κατὰ τὴν ἐκκλησίαν γενέσθαι. Οἰκέται γὰρ ἑνὸς τῶν μεγάλα δυναμένων, βάρβαροι ὄντες τὸ γένος, ἀπηνοῦς τοῦ δεσπότου πειρώμενοι, τῇ ἐκκλησίᾳ προσφεύγουσι· καὶ ξιφηροῦντες εἰς τὸ θυσιαστήριον εἰσεπήδησαν· παρακαλούμενοί τε ἐξελθεῖν οὐδενὶ τρόπῳ ἐπείθοντο, .ἀλλ´ ἐμποδὼν ταῖς ἱεραῖς λειτουργίαις ἐγίνοντο. Ἐπί τε ἡμέρας πολλὰς τὰ ξίφη γυμνὰ κατέχοντες, ἕτοιμοι πρὸς τὸ ἀμύνασθαι πάντα τὸν προσιόντα ἐγίνοντο· καὶ δὴ ἕνα τῶν κληρικῶν ἀποσφάξαντες, καὶ ἄλλον τραυματίαν ποιήσαντες, τέλος ἐπικατέσφαξαν ἑαυτούς. Καί τις τῶν παρόντων οὐ καλὸν ἔλεγε σημαίνειν τὸν μολυσμὸν τοῦ ναοῦ, ἐπιλέγων ἀρχαίου τινὸς ποιητοῦ δύο ἰάμβους· 

Σημεῖα γὰρ τὰ τοιαῦτα γίνεσθαι φιλεῖ, Ὅταν ἐν ναοῖς ἐγκατασκήψῃ μῦσος. Καὶ τῆς δόξης ὁ εἰπὼν οὐ διήμαρτεν· τὴν διαίρεσιν γὰρ, ὡς ἔοικεν, ἐσήμαινε τοῦ λαοῦ, καὶ καθαίρεσιν τοῦ αἰτίου τῆς διαιρέσεως.

[7,34] Περὶ τῆς ἐν Ἐφέσῳ τὸ πρότερον κατὰ Νεστορίου συναθροισθείσης συνόδου. Οὐ πολὺς γὰρ ἐν μέσῳ χρόνος, καὶ τοὺς πανταχόθεν ἐπισκόπους πρόσταγμα τοῦ βασιλέως εἰς τὴν Ἐφεσίων συνιέναι ἐκέλευσεν. Εὐθὺς οὖν μετὰ τὴν τοῦ Πάσχα ἑορτὴν ὁ Νεστόριος σὺν πολλῇ δυνάμει ὄχλων παρῆν εἰς τὴν Ἔφεσον, εὑρίσκει τε πολλοὺς τῶν ἐπισκόπων συνεληλυθότας ἐκεῖ. Ὁ δὲ τῆς Ἀλεξανδρείας Κύριλλος μικρὸν ὑστερήσας, περὶ τὴν Πεντηκοστὴν ἀπήντησεν· πέμπτῃ δὲ μετὰ τὴν Πεντηκοστὴν ἡμέρᾳ καὶ Ἰουβενάλιος ὁ τῆς Ἱεροσολύμων ἐπέστη· Ἰωάννου δὲ τοῦ Ἀντιοχείας βραδύναντος, οἱ παρόντες ἀνεκίνουν τὸ ζήτημα. Καὶ Κύριλλος ὁ τῆς Ἀλεξανδρείας ἀκροβολισμούς τινας ἐποιεῖτο τῶν λόγων, Νεστόριον ταράττειν βουλόμενος· καὶ γὰρ ἀπεχθῶς εἶχε πρὸς αὐτόν. Καὶ δὴ πολλῶν θεολογούντων τὸν Ἰησοῦν, ‘Ἐγὼ,’ ἔφη Νεστόριος, ‘τὸν γενόμενον διμηνιαῖον καὶ τριμηνιαῖον οὐκ ἂν Θεὸν ὀνομάσαιμι· καὶ διὰ τοῦτο καθαρὸς εἰμὶ ἀπὸ τοῦ αἵματος ὑμῶν, καὶ ἀπὸ τοῦ νῦν πρὸς ὑμᾶς οὐκ ἐλεύσομαι·’ καὶ ταῦτα εἰπὼν, μετὰ τῶν λοιπῶν ἐπισκόπων ἠθροίζετο, οἳ τῇ αὐτοῦ ἠκολούθουν γνώμῃ. Διῃροῦντο οὖν οἱ παρόντες εἰς δύο τμήματα· οἱ οὖν περὶ Κύριλλον συνέδριον ποιησάμενοι, ἐκάλεσαν τὸν Νεστόριον· ὁ δὲ οὐχ ὑπήκουσεν, εἰς τὴν παρουσίαν Ἰωάννου τοῦ Ἀντιοχέως ὑπερτιθέμενος. Οἱ δὲ περὶ Κύριλλον τὰς προσομιλίας Νεστορίου, ἃς περὶ τοῦ ζητήματος εἰρήκει, πολλάκις ὑπαναγνόντες, ἐξ αὐτῶν τε κρίναντες εὐτόνως βλασφημήσαντα εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καθεῖλον αὐτόν. Τούτου γενομένου, οἱ περὶ Νεστόριον ἕτερον καθ´ ἑαυτοὺς συνέδριον ποιησάμενοι, καθαιροῦσι Κύριλλον, καὶ σὺν αὐτῷ Μέμνονα τὸν τῆς Ἐφέσου ἐπίσκοπον. Οὐκ εἰς μακρὰν δὲ καὶ μετὰ ταῦτα ἐπέστη Ἰωάννης ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος· καὶ γνοὺς τὰ γενόμενα, ἀπήχθετο πρὸς Κύριλλον, ὡς αἴτιον τῆς γεγενημένης ταραχῆς, τὸ θερμῶς ποιῆσαι τὴν Νεστορίου καθαίρεσιν· Κύριλλος δὲ ἅμα καὶ Ἰουβεναλίῳ ἀμυνόμενος τὸν Ἰωάννην, καθαιρεῖ καὶ αὐτόν. Τούτων δὴ τότε οὕτω συμπεφυρμένων, γνοὺς ὁ Νεστόριος εἰς κοινωνίαν προβᾶσαν τὴν φιλονεικίαν, ἐκ μεταμελείας ‘Θεοτόκον’ τὴν Μαρίαν ἐκάλει, λέγων, ‘Λεγέσθω,’ φησὶ, ‘καὶ "Θεοτόκος" ἡ Μαρία, καὶ παυσάσθω τὰ λυπηρά.’ Ἀλλ´ οὐδεὶς αὐτὸν ἐκ μετανοίας ταῦτα λέγοντα προσεδέξατο· διὸ καὶ ἄχρι νῦν καθῃρημένος εἰς ἐξορίαν πεμφθεὶς εἰς τὴν Ὄασιν κατοικεῖ. Ἡ μὲν οὖν τότε γενομένη σύνοδος τοιοῦτον ἔσχε τὸ τέλος· καὶ πέπρακται μὲν ταῦτα ἐν ὑπατείᾳ Βάσσου καὶ Ἀντιόχου, τῇ εἰκάδι ὀγδόῃ τοῦ Ἰουνίου μηνός. Ἰωάννης δὲ καταλαβὼν τὴν Ἀντιόχειαν, καὶ πολλοὺς συναγαγὼν ἐπισκόπους, καθαιρεῖ Κύριλλον ἤδη κατειληφότα τὴν Ἀλεξάνδρειαν· μικρόν τε ὕστερον λύσαντες τὴν ἔχθραν, συνέβησάν τε εἰς φιλίαν καὶ ἀλλήλοις τοὺς θρόνους ἀπέδοσαν. Μετὰ δὲ τὴν Νεστορίου καθαίρεσιν δεινὴ ἐν τῇ Κωνσταντινουπόλει ταραχὴ κατὰ τὰς ἐκκλησίας ἐγένετο· διῃρέθη γὰρ ὁ λαὸς διὰ τὴν, ὡς φθάσας εἶπον, ψυχρολογίαν αὐτοῦ. Κοινῇ μέντοι ψήφῳ πάντες οἱ κληρικοὶ αὐτὸν ‘ἀνεθεμάτισαν·’ οὕτω γὰρ οἱ Χριστιανοὶ καλεῖν εἰώθαμεν τὴν κατὰ τοῦ βλασφήμου ψῆφον, ὅταν αὐτὴν ὥσπερ ἐν στήλῃ ἀναστήσαντες φανερὰν τοῖς ἅπασι καταστήσωμεν.

[7,35] Ὡς μετὰ τὴν καθαίρεσιν Νεστορίου, τὸν Πρόκλον τινῶν βουλομένων ἐνθρονίσαι, προχειρίζονταί τινες τῶν ἐπισκόπων Μαξιμιανὸν τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον. Πάλιν περὶ ἐπιλογῆς ἐπισκόπων ζήτησις ἦν· καὶ πολλοὶ μὲν Φίλιππον, οὗ καὶ ἤδη ἐπεμνήσθημεν, πλείους δὲ τὸν Πρόκλον ἐπελέγοντο. Καὶ ἐκράτησεν ἂν ἡ Πρόκλου γνώμη, εἰ μή τινες τῶν μεγάλα δυναμένων ἐκώλυσαν, φήσαντες κανόνα ἐκκλησιαστικὸν .κωλύειν τὸν ὀνομασθέντα τινὸς πόλεως ἐπίσκοπον εἰς ἑτέραν μεταφέρεσθαι πόλιν· τοῦτο λεχθὲν καὶ πιστευθὲν τὸν λαὸν ἡσυχάζειν ἠνάγκαζεν. Τετραμηνιαίου δὲ διαδραμόντος χρόνου μετὰ τὴν Νεστορίου καθαίρεσιν, προχειρίζεται πρὸς τὴν ἐπισκοπὴν Μαξιμιανὸς ὄνομα, ἀνὴρ ἀσκητικὸς μὲν τὸν βίον, ἐν τοῖς πρεσβυτέροις δὲ καὶ αὐτὸς ἐτέτακτο. Οὗτος ὑπόληψιν εὐλαβείας πάλαι ἐκέκτητο, διότι οἰκείοις ἀναλώμασι κατεσκευάκει μνήματα, ὥστε ἐν αὐτοῖς τοὺς εὐλαβεῖς τελευτῶντας κηδεύεσθαι· ἦν δὲ καὶ ‘ἰδιώτης τῷ λόγῳ,’ καὶ ἀπραγμονέστερον ζῆν προαιρούμενος.

[7,36] Παραδείγματα δι´ ὧν, ὡς δοκεῖ, κατασκευάζει ὁ συγγραφεὺς ἀκώλυτον εἶναι τὴν ἀπὸ θρόνου εἰς θρόνον μετάθεσιν. Ἐπειδὴ δέ τινες ἐπιφημίσαντες ἐκκλησιαστικὸν κανόνα ἐκώλυσαν τὸν Πρόκλον ἐνθρονισθῆναι, ἤδη τῆς Κυζίκου ὀνομασθέντα ἐπίσκοπον, βούλομαι περὶ τούτου βραχέα εἰπεῖν. Οὔ μοι δοκοῦσιν ἀληθεῦσαι οἱ τότε ταῦτα λέγειν ἐπιχειρήσαντες, ἀλλ´ ἢ κατασκευάσασθαι φθόνῳ τῷ πρὸς τὸν Πρόκλον, ἢ ἀγνοεῖν καὶ τοὺς .κανόνας καὶ τὰ πολλάκις χρειωδῶς ἐν ταῖς ἐκκλησίαις γενόμενα. Εὐσέβιος γοῦν ὁ Παμφίλου ἐν τῇ ἕκτῃ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας Ἀλέξανδρον μιᾶς τῶν ἐκ Καππαδοκίας πόλεων ἐπίσκοπον ὄντα, εὐχῆς ἕνεκα ἐπὶ τὰ Ἱεροσόλυμα παραγενόμενον, κατασχεθῆναι ὑπὸ τῶν Ἱεροσολυμιτῶν φησὶ, καὶ εἰς τόπον Ναρκίσσου τοῦ ἐπισκόπου ἐνθρονισθῆναι, καὶ τοῦ λοιποῦ τῆς ἐκεῖ ἐκκλησίας διὰ βίου προστῆναι. Οὕτω μὲν οὖν παρὰ τοῖς παλαιοτέροις ἡμῶν ἀδιάφορον ἦν ἀπὸ πόλεως εἰς πόλιν μετάγειν ἐπίσκοπον, ὁσάκις χρεία ἐκάλει. Εἰ δὲ δεῖ καὶ τὸν περὶ τούτου κανόνα τῇδε συζεῦξαι τῇ συγγραφῇ, δειχθήσεται ὅπως αὐτοῦ κατεψεύσαντο οἱ τὸν Πρόκλον ἐνθρονισθῆναι κωλύσαντες. Ἔστι δὲ ὁ κανὼν οὗτος· Εἴ τις ἐπίσκοπος χειροτονηθεὶς εἰς παροικίαν μὴ ἀπέλθοι εἰς ἣν ἐχειροτονήθη, οὐ παρὰ τὴν αὐτοῦ αἰτίαν, ἀλλ´ ἤτοι παρὰ τὴν τοῦ λαοῦ παραίτησιν ἢ δι´ ἑτέραν αἰτίαν, οὐκ ἐξ ἀνάγκης γενομένην, τοῦτον μετέχειν τῆς τιμῆς καὶ τῆς λειτουργίας, μόνον μηδὲν παρενοχλοῦντα τοῖς πράγμασι τῆς ἐκκλησίας, ἔνθα ἂν συνάγοιτο. Ἐκδέχεσθαι δὲ αὐτὸν ὅπερ ἂν ἡ τῆς ἐπαρχίας σύνοδος κρίνασα τὸ παριστάμενον ὁρίσῃ. Οὗτος μὲν οὖν ὁ κανών. Ὅτι δὲ πολλοὶ ἐπίσκοποι καὶ ἀπὸ ἑτέρων πόλεων εἰς ἄλλας μετηνέχθησαν διὰ τὰς κατὰ καιρὸν τῶν ἐκκλησιῶν χρείας, αὐτῶν τῶν μετενεχθέντων τὰ ὀνόματα παραθήσομαι. Περιγένης ἐν Πάτραις ἐχειροτονήθη ἐπίσκοπος· καὶ ἐπειδὴ οἱ τῆς προειρημένης πόλεως αὐτὸν οὐκ ἐδέχοντο, ὁ τῆς Ῥώμης ἐπίσκοπος ἐκέλευσεν αὐτὸν ἐνθρονισθῆναι ἐν Κορίνθῳ τῇ μητροπόλει, τοῦ ἐκεῖ ἐπισκόπου τελευτήσαντος· καὶ τῆς ἐκεῖ ἐκκλησίας διὰ βίου προέστη. Γρηγόριος ὁ Ναζιανζηνὸς πρότερον Σασίμων μιᾶς τῶν ἐν Καππαδοκίᾳ πόλεων ἐπίσκοπος ἦν, εἶτα γέγονε Ναζιανζοῦ. Μελίτιος πρότερον τῆς ἐν Σεβαστείᾳ προέστη ἐκκλησίας, καὶ μετὰ ταῦτα τῆς ἐν Ἀντιοχείᾳ προέστη. Δοσίθεον τὸν Σελευκείας ἐπίσκοπον Ἀλέξανδρος ὁ Ἀντιοχείας ἐπίσκοπος εἰς Ταρσὸν τῆς Κιλικίας μετήγαγεν. Ὁ Ῥεβερέντιος ἀπὸ Ἀρκῶν τῆς Φοινίκης μετὰ ταῦτα μετηνέχθη εἰς Τύρον. Ἰωάννης ἀπὸ Γόρδου τῆς Λυδίας μετηνέχθη ἐν Προκονήσῳ, καὶ τῆς ἐκεῖ προέστη ἐκκλησίας. Παλλάδιος ἀπὸ Ἑλενουπόλεως μετηνέχθη εἰς Ἄσπουνα. Ἀλέξανδρος ἀπὸ Ἑλενουπόλεως μετηνέχθη εἰς Ἀδριανούς. Θεόφιλος ἀπὸ Ἀπαμείας τῆς ἐν Ἀσίᾳ μετηνέχθη εἰς Εὐδοξιούπολιν, τὴν τὸ παλαιὸν Σαλαμβρίαν καλουμένην. Πολύκαρπος ἀπὸ Σεξανταπρίστων τῆς Μυσίας μετηνέχθη εἰς Νικόπολιν τῆς Θρᾴκης. Ἱερόφιλος ἀπὸ Τραπεζουπόλεως τῆς Φρυγίας μετηνέχθη εἰς Πλωτινούπολιν τῆς Θρᾴκης. Ὄπτιμος ὁ ἀπὸ Ἀγδαμείας τῆς Φρυγίας μετηνέχθη εἰς Ἀντιόχειαν τῆς Πισιδίας. Σιλβανὸς ἀπὸ Φιλιππουπόλεως τῆς Θρᾴκης μετηνέχθη εἰς Τρωάδα. Καὶ τοσούτων μὲν ἐπὶ τοῦ παρόντος ἐκ τῶν οἰκείων πόλεων εἰς ἑτέρας μετατεθέντων αὐτάρκως ἐμνημονεύσαμεν. Περὶ δὲ Σιλβανοῦ τοῦ ἀπὸ Φιλιππουπόλεως τῆς Θρᾴκης μετενεχθέντος εἰς Τρωάδα, χρήσιμον βραχέα μνημονεῦσαι νομίζω.

[7,37] Περὶ Σιλβανοῦ τοῦ ἀπὸ Φιλιππουπόλεως εἰς Τρωάδα μετενεχθέντος. Σιλβανὸς ῥήτωρ μὲν ἐγεγόνει πρότερον Τρωΐλου τοῦ σοφιστοῦ· ἀκριβῶς δὲ Χριστιανίζειν ἐσπουδακὼς, καὶ τὸν ἀσκητικὸν βίον ἀσκῶν, τρίβωνα φορεῖν οὐ προῄρητο. Μετὰ ταῦτα δὲ αὐτὸν Ἀττικὸς ὁ ἐπίσκοπος συλλαβὼν ἐπίσκοπον τῆς Φιλιππουπόλεως κατέστησεν. Ὁ δὲ τρεῖς ἐνιαυτοὺς ἐν τῇ Θρᾴκῃ διαγαγὼν, καὶ μὴ ὑποφέρων τὸ κρύος, —λεπτὸν γὰρ εἶχε πάνυ καὶ ἀσθενὲς τὸ σῶμα, —παρεκάλεσε τὸν Ἀττικὸν, ὥστε εἰς τόπον αὐτοῦ ἕτερον χειροτονῆσαι· φήσας, δι´ οὐδὲν ἕτερον ἢ διὰ τὸ κρύος παραιτεῖσθαι τὴν ἐν Θρᾴκῃ διαγωγήν. Ἑτέρου οὖν διὰ τοῦτο ἀντικατασταθέντος, ἔμενεν ὁ Σιλβανὸς ἐν τῇ Κωνσταντινουπόλει, τὸν ἀσκητικὸν βίον ἄκρως μετερχόμενος. Τοσοῦτον δὲ ἄτυφος ἦν, ὡς τὰ πολλὰ ἐν τοσούτῳ πλήθει τῆς τηλικαύτης πόλεως ἀπὸ χορτίνων σανδαλίων προέρχεσθαι. Χρόνου δέ τινος διαγενομένου, ὁ τῆς ἐν Τρωάδι προεστὼς ἐκκλησίας ἐτελεύτησεν· διὸ παρῆσαν οἱ Τρῶες ζητοῦντες ἐπίσκοπον. Ἀττικοῦ δὲ διασκεπτομένου τίνα χειροτονήσει, συνέβη τὸν Σιλβανὸν ἐπὶ θέαν παρεῖναι αὐτοῦ. Ὁ δὲ θεασάμενος αὐτὸν, εὐθὺς τὴν φροντίδα ἐπέθετο, καὶ πρὸς τὸν Σιλβανὸν, ‘Οὐκέτι πρόφασιν ἔχεις,’ φησὶ, ‘τοῦ ἀποφυγεῖν ἐκκλησίας φροντίδα, ἡ γὰρ Τρωὰς κρυμὸν οὐκ ἔχει· ἀλλ´ ἰδού σοι τόπος εὔκαιρος πρὸς τὴν τοῦ σώματος ἀσθένειαν ἐκ Θεοῦ εὐτρεπίζεται· μὴ μέλλε οὖν, ἀδελφὲ, ἀλλ´ ἐπὶ τὴν Τρωάδα πορεύου.’ Μετέστη οὖν ἐκεῖ ὁ Σιλβανός· καὶ θαῦμα ἐν ταῖς χερσὶν αὐτοῦ γενόμενον διηγήσομαι. Ναῦς ἀχθοφόρος μεγίστη ἡ τοὺς μεγάλους κομίζουσα κίονας, —‘πλατὴν’ αὐτὴν ὀνομάζουσι, —νεωστὶ κατεσκεύαστο ἐν τῷ τῆς Τρωάδος αἰγιαλῷ· ταύτην τε ἔδει καθέλκεσθαι εἰς τὴν θάλασσαν. Πολλῶν τε καλωδίων καὶ πολυπληθίας ἀνδρῶν ἑλκόντων αὐτὴν, οὐδαμῶς ἐκινεῖτο ἡ ναῦς. Ἐπεὶ δὲ τοῦτο πολλαῖς ἡμέραις ἐγίνετο, ᾠήθησαν δαιμόνιον κατέχειν τὴν ναῦν· καὶ γενόμενοι παρὰ τὸν ἐπίσκοπον Σιλβανὸν, παρεκάλουν αὐτὸν εὐχὴν ἐπὶ τοῦ τόπου τελέσαι· οὕτω γὰρ μόνως τὴν ναῦν καθελκυσθῆναι ἐπίστευσαν. Ὁ δὲ μετριοφρονῶν ἁμαρτωλὸν ἑαυτὸν ἀπεκάλει, καὶ ἔλεγε ‘τὸ ἔργον δικαίου εἶναί τινος, οὐ μὴν ἑαυτοῦ.’ Ἐκλιπαρησάντων δ´ οὖν, ἧκε παρὰ τὸν αἰγιαλόν· εὐχήν τε ἐκτελέσας ἥψατο ἑνὸς τῶν σχοινίων, καὶ τοῦ ἔργου παρεκελεύσατο ἔχεσθαι· τῶν δὲ βραχὺν ὠθισμὸν ποιησαμένων, δρομαία ἡ ναῦς ἐπὶ τὴν θάλασσαν ἐπορεύετο. Τοῦτο τὸ θαῦμα ἐν ταῖς χερσὶ Σιλβανοῦ γενόμενον πάντας τοὺς κατὰ τὴν ἐπαρχίαν εἰς εὐλάβειαν ἦγεν. Ἦν δὲ Σιλβανὸς καὶ τὰ ἄλλα ἀνὴρ ἀγαθός· κατιδὼν γοῦν τοὺς κληρικοὺς ἐμπορίαν ποιουμένους τὰς τῶν δικαζομένων ἐρεσχελίας, οὐδένα τὸν τοῦ κλήρου δικαστὴν ἐδίδου ποτέ· ἀλλὰ τὰ βιβλία τῶν δεομένων δεχόμενος, παρεκάλει ἕνα τῶν πιστῶν λαϊκῶν, ὃν ᾔδει φιλοῦντα τὸ δίκαιον· κἀκείνῳ ἐγχειρίσας τὴν ἀκρόασιν, τοὺς δικαζομένους τῆς ἐρεσχελίας ἀπήλλασσεν· καὶ διὰ ταῦτα γοῦν μεγίστην εὔκλειαν παρὰ πᾶσιν ἐκέκτητο. Τὰ μὲν οὖν περὶ Σιλβανοῦ, εἰ καὶ ἐν παρεκβάσει εἴρηται, ἀλλ´ οὐκ ἀχρείως ἡγοῦμαι μνήμην αὐτῶν γεγονέναι· ἐπανέλθωμεν δὲ ὅθεν ἐξέβημεν. Μαξιμιανοῦ τοίνυν προχειρισθέντος εἰς τὴν ἐπισκοπὴν ἐν ὑπατείᾳ Βάσσου καὶ Ἀντιόχου, περὶ τὴν εἰκάδα πέμπτην τοῦ Ὀκτωβρίου μηνὸς, τὰ τῶν ἐκκλησιῶν ἡσύχαζε πράγματα.

[7,38] Περὶ τῶν ἐν Κρήτῃ Ἰουδαίων, ὅπως ἐχριστιάνισαν τηνικαῦτα πολλοί. Περὶ δὲ τὸν χρόνον τοῦτον πολλοὶ τῶν ἐν Κρήτῃ Ἰουδαίων ἐχριστιάνισαν διὰ πάθος τοιόνδε· ἀπατεών τις Ἰουδαῖος ὑπεκρίνατο εἶναι Μωϋσῆς· πεπέμφθαι δὲ ἔλεγεν ἐκ τῶν οὐρανῶν, ὅπως ἂν τοὺς τὴν νῆσον οἰκοῦντας Ἰουδαίους ἐκβάλῃ διὰ τῆς θαλάσσης ἀγαγών· αὐτὸς γὰρ εἶναι ἔλεγεν ὁ καὶ τὸν Ἰσραὴλ πάλαι διὰ τῆς ἐρυθρᾶς θαλάσσης σώσας. Ἐφ´ ὅλον οὖν ἐνιαυτὸν περιῄει καθ´ ἑκάστην τῆς νήσου πόλιν· καὶ τοὺς ἐν αὐταῖς οἰκοῦντας Ἰουδαίους τὰ τοιαῦτα πιστεύειν ἀνέπειθε. Παρῄνει τε πάντα τὰ χρήματα καὶ τὰ κτήματα καταλιπεῖν· ἄξειν γὰρ αὐτοὺς διὰ ξηρᾶς τῆς θαλάσσης εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὑπισχνεῖτο. Οἱ δὲ ταῖς τοιαύταις ἐλπίσι βουκολούμενοι πάντων μὲν τῶν ἔργων ἠμέλουν· κατεφρόνουν δὲ καὶ ὧν ἐκέκτηντο, τοῖς ἐπιτυχοῦσιν ἀφέντες λαμβάνειν αὐτά. Ἐπειδὴ δὲ ἦν ἡμέρα ἣν ὁ ἀπατεὼν Ἰουδαῖος ἐσήμαινεν, ἡγεῖτο μὲν αὐτὸς, ἠκολούθουν δὲ οἱ σύμπαντες ἅμα γυναιξὶ καὶ τῇ μικρᾷ ἡλικίᾳ. Ἄγει οὖν αὐτοὺς ἐπί τι ἀκρωτήριον ἐπὶ τῆς θαλάσσης ἐκνεῦον, καὶ κυβιστᾷν κατ´ αὐτῆς ἐκέλευε. Τοῦτο οὖν ἐποίουν οἱ πρότεροι τῷ κρημνῷ προσπελάσαντες, καὶ εὐθὺς ἔθνησκον, τοῦτο μὲν τοῖς κρημνοῖς προσρηγνύμενοι, τοῦτο δὲ καὶ εἰς τὸ ὕδωρ ἀποπνιγόμενοι. Καὶ πλείους ἂν διεφθάρησαν, εἰ μὴ Θεοῦ προνοήσαντος παρέτυχον ἄνδρες Χριστιανοὶ, ἁλιεῖς τε καὶ ἔμποροι, οἳ τοὺς μὲν πνιγομένους ἀνέλκοντες ἔσωζον, τότε τῆς ἀνοίας αἴσθησιν ἐν τῷ κακῶς πάσχειν λαμβάνοντας· τοὺς δὲ ἄλλους ἀνεῖργον ῥίπτειν ἑαυτοὺς, μηνύοντες τὴν ἀπώλειαν τῶν πρότερον ῥιψάντων ἑαυτοὺς, οἱ καὶ γνόντες τότε τὴν ἀπάτην, ἐμέμφοντο μὲν τὴν ἄκριτον ἑαυτῶν πίστιν. Τὸν δὲ ψευδομωϋσῆν ἀνελεῖν σπεύδοντες, συλλαβεῖν οὐ δεδύνηνται· ἀφανὴς γὰρ ἐγένετο, ὑπόνοιάν τε παρέσχε τοῖς πλείοσιν, ὡς εἴη δαίμων ἀλάστωρ, ἀνθρώπου σχῆμα ὑποδὺς, ἐπὶ λύμῃ τοῦ ἐκεῖ ἔθνους αὐτῶν. Διὰ δὲ τόδε τὸ πάθος πολλοὶ τότε τῶν ἐν τῇ Κρήτῃ Ἰουδαίων χαίρειν τῷ Ἰουδαϊσμῷ φράσαντες, τῇ πίστει τοῦ Χριστιανισμοῦ προσεχώρησαν.

[7,39] Περὶ τοῦ γεγονότος ἐμπρησμοῦ ἐν τῇ Ναυατιανῶν ἐκκλησίᾳ. Μικρὸν δὲ μετὰ τόνδε τὸν χρόνον Παῦλος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος θεοφιλοῦς ὄντως ἀνδρὸς δόξαν ἐκτήσατο, καὶ πολλῷ πλεῖον ἧς ἐκέκτητο πρότερον. Συμβὰν γὰρ ἐμπρησμὸν γενέσθαι χαλεπώτατον, καὶ οἷος οὐδεπώποτε ἐγεγόνει πρότερον, πολὺ γὰρ μέρος τῆς πόλεως τὸ πῦρ κατηνάλωσεν, ὡς καὶ τὰ μέγιστα τῶν ὠρείων ἀπολέσθαι, καὶ τὸ δημόσιον, ᾧ ἐπώνυμον ἐστὶν Ἀχιλλεὺς, τέλος ἐπινεμόμενον τὸ πῦρ καὶ τῇ Ναυατιανῶν ἐκκλησίᾳ τῇ κειμένῃ πλησίον τοῦ Πελαργοῦ προσέβαλεν. Ἐπεὶ δὲ ὁ ἐπίσκοπος Παῦλος κινδυνεύουσαν τὴν ἐκκλησίαν ἑώρα, εἰσπηδήσας εἰς τὸ θυσιαστήριον Θεῷ τὰ κατὰ τὴν ἐκκλησίαν τῆς σωτηρίας ἐπέτρεπε· καὶ οὐ διέλιπεν εὐχόμενος ὑπέρ τε τῆς πόλεως καὶ τοῦ εὐκτηρίου τόπου. Θεὸς δὲ ἄρα ἐπήκουσε τοῦ ἀνδρὸς, ὡς τὸ ἔργον ἀπέδειξεν· τὸ γὰρ πῦρ εἰς τὸν εὐκτήριον διὰ πασῶν θυρῶν καὶ θυρίδων εἰσπεσὸν οὐδὲν ἐλυμῄνατο. Ἀλλὰ πολλὰ μὲν τῶν πέριξ γειτνιαζόντων ἠφάνιζεν· αὐτὸν δὲ ἦν ἰδεῖν ἐν μέσῳ ὅλῳ πυρὶ νικῶντα αὐτοῦ τὴν ὑπερβάλλουσαν ἔκκαυσιν. Καὶ τούτου ἐπὶ δύο νυχθήμερα γενομένου, ἀπεσβέσθη μὲν ὁ σύμπας ἐμπρησμὸς πολλὰ μέρη καταναλώσας τῆς πόλεως· ἡ δὲ ἐκκλησία ἑωρᾶτο ἀκέραιος. Καὶ τόγε θαυμαστὸν, ὅτι μηδὲ καπνοῦ ἴχνος ἦν ἰδεῖν ἐν τοῖς ξύλοις ἢ τοίχοις αὐτῆς. Τοῦτο μὲν οὖν γέγονε περὶ τὴν ἑπτακαιδεκάτην τοῦ Αὐγούστου μηνὸς, ἐν ὑπατείᾳ Θεοδοσίου τὸ τεσσαρεσκαιδέκατον καὶ Μαξίμου. Ναυατιανοὶ δὲ σῶστρα τῆς ἐκκλησίας ἐξ ἐκείνου καθ´ ἕκαστον ἔτος ἐπιτελοῦσι περὶ τὴν ἑπτακαιδεκάτην τοῦ Αὐγούστου μηνὸς, εὐχαριστηρίους εὐχὰς πέμποντες τῷ Θεῷ. Σχεδόν τε πάντες διὰ τὸ ἐπ´ αὐτῆς συμβὰν θαῦμα τιμῶσιν ἐξ ἐκείνου τὸν τόπον, καὶ ὡς ἀληθῶς ἅγιον προσκυνοῦσιν, οὐ μόνον Χριστιανοὶ ἀλλὰ καὶ τῶν Ἑλληνιζόντων οἱ πλείονες. Τοσαῦτα μὲν περὶ τούτων.

[7,40] Ὡς Μαξιμιανὸν ἐπίσκοπον διαδέχεται Πρόκλος. Μαξιμιανὸς δὲ δύο ἐνιαυτοὺς πρὸς τοῖς πέντε μησὶν ἡσύχως τῆς ἐκκλησίας προστὰς ἐτελεύτησεν ἐν ὑπατείᾳ Ἀρεοβίνδου καὶ Ἄσπαρος, τῇ δωδεκάτῃ τοῦ Ἀπριλλίου μηνός. Συνέβη δὲ ἐν αὐτῇ τὴν ἑβδομάδα εἶναι τῶν νηστειῶν, τὴν γειτνιάζουσαν τῇ τοῦ Πάσχα ἑορτῇ· ἡμέρα δὲ ἦν καλουμένη πέμπτη. Τότε δὴ καὶ ὁ βασιλεὺς Θεοδόσιος σοφῶς τοῦ πράγματος προενόησεν. Ἵνα γὰρ μὴ πάλιν περὶ ἐπιλογῆς ἐπισκόπου ζήτησις ᾖ, καὶ ταραχὴν τῇ ἐκκλησίᾳ κινήσῃ, μὴ μελλήσας, ἀλλ´ ἔτι κειμένου τοῦ σώματος Μαξιμιανοῦ, τοῖς παροῦσιν ἐπισκόποις ἐνθρονίσαι τὸν Πρόκλον ἐπέτρεψεν. Τούτῳ γὰρ καὶ τοῦ ἐπισκόπου τῆς Ῥωμαίων Κελεστίνου ἐπιστολαὶ παροῦσαι ἐγίνοντο σύμψηφοι, ἃς ἐκεῖνος ἀπεστάλκει Κυρίλλῳ τε τῷ Ἀλεξανδρείας καὶ Ἰωάννῃ τῷ Ἀντιοχείας καὶ Ῥούφῳ τῷ Θεσσαλονίκης, διδάσκων ὡς οὐδὲν κωλύει τόν τε ἑτέρας πόλεως ὀνομασθέντα ἢ καὶ ὄντα ἐπίσκοπον εἰς ἄλλην μετατίθεσθαι. Ἐνθρονισθεὶς οὖν ὁ Πρόκλος τὴν ἐκκομιδὴν τοῦ Μαξιμιανοῦ σώματος ἐποιήσατο· καιρὸς δὲ ἤδη καὶ περὶ αὐτοῦ βραχέα διεξελθεῖν.

[7,41] Περὶ Πρόκλου ἐπισκόπου, ὁποῖος τις ἦν. Πρόκλος ἐκ πρώτης ἡλικίας ἀναγνώστης ἐτύγχανεν ὢν, ἐφοίτα τε εἰς διδασκάλους, καὶ ῥητορικῆς ἐγίνετο ζηλωτής· τελέσας δὲ εἰς ἄνδρα τὰ πολλὰ παρῆν τῷ ἐπισκόπῳ Ἀττικῷ, ὑπογραφεὺς αὐτοῦ τῶν λόγων γενόμενος. Προκόψαντα δὲ αὐτὸν καὶ ἐν τῇ τάξει τῆς διακονίας Ἀττικὸς προηγάγετο· ἀξιωθεὶς δὲ καὶ πρεσβυτερίου, ὡς προεῖπον, ὑπὸ Σισιννίου πρὸς τὴν Κυζίκου ἐπισκοπὴν προεβλήθη. Ταῦτα μὲν ἤδη πρότερον ἐγένετο· τότε δὴ τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας τὸν θρόνον ἐκληρώθη. Ἦν δὲ ἀνὴρ ἀγαθὸς τὸ ἦθος, εἰ καί τις ἄλλος· ὑπὸ γὰρ τῷ Ἀττικῷ παιδευθεὶς πάντα αὐτοῦ τὰ χρηστὰ ἐμιμήσατο· τὴν δὲ ἀνεξικακίαν πλέον ἢ ἐκεῖνος ἐξήσκησεν. Ὁ μὲν γὰρ τοῖς αἱρεσιώταις φοβερὸν ἐν καιρῷ ἑαυτὸν ἐπεδείκνυεν, οὗτος δὲ προσηνὴς τοῖς πᾶσιν ἐγίνετο· τούτῳ δὲ μᾶλλον αὐτοὺς ἢ βίᾳ προσάγεσθαι προνοῶν. Αἵρεσιν γὰρ οὐδεμίαν σκύλλειν αἱρούμενος, τὸ ἀξίωμα τῆς πρᾳότητος τῇ ἐκκλησίᾳ φυλάξας ἀπέδωκε, κατὰ τοῦτο τὸ μέρος τὸν βασιλέα μιμούμενος Θεοδόσιον. Ἐκείνῳ μὲν γὰρ ἐκέκριτο κατὰ τῶν ὑπαιτίων μὴ χρήσασθαι τῇ βασιλικῇ ἐξουσίᾳ· τούτῳ δὲ, μικρὰ φροντίσαι τῶν μὴ φρονούντων περὶ Θεοῦ, ᾗ ἐφρόνει αὐτός.

[7,42] Ὅτι πολὺν καταβάλλεται λόγον ὁ συγγραφεὺς περὶ τῆς καλοκαγαθίας τοῦ βασιλέως Θεοδοσίου τοῦ νέου. Ἐπὶ τούτοις μὲν οὖν καὶ ὁ βασιλεὺς αὐτὸν ἀπεδέχετο· καὶ γὰρ αὐτὸς τοῖς ἀληθῶς ἱερωμένοις ἐφάμιλλος ἦν, καὶ οὐδαμοῦ τοὺς διώκειν ἐθέλοντας ἀπεδέχετο. Τολμήσας δ´ ἂν εἴποιμι, ὅτι τῇ πρᾳότητι καὶ πάντας τοὺς ἀληθῶς ἱερωμένους ἐνίκα· καθάπερ ἡ βίβλος τῶν Ἀριθμῶν ἐπὶ Μωϋσέως φησὶ, ‘Καὶ ὁ ἄνθρωπος Μωϋσῆς πρᾷος σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς,’ τουτέστι καὶ νῦν εἰπεῖν, ὅτι ὁ βασιλεὺς Θεοδόσιος πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Διὰ ταύτην γὰρ αὐτοῦ τὴν πρᾳότητα καὶ ὁ Θεὸς τοὺς πολεμίους αὐτῷ δίχα πολεμικῶν ἀγώνων ὑπέταττεν· ὡς ἔδειξεν τά τε κατὰ τοῦ τυράννου Ἰωάννου τρόπαια, καὶ ἡ ἐπιγενομένη μετὰ ταῦτα τῶν βαρβάρων ἀπώλεια. Οἷα γὰρ τοῖς πάλαι δικαίοις ὑπῆρχε παρὰ Θεοῦ, τοιαῦτα καὶ ἐπὶ τῶνδε τῶν χρόνων τῷ θεοφιλεστάτῳ βασιλεῖ παρεῖχεν ὁ τῶν ὅλων Θεός. Καὶ οὐ κολακείᾳ ταῦτα γράφω, ἀλλὰ μετὰ τῆς ἀληθείας τὰ πᾶσι γενόμενα γνώριμα παραθήσομαι.

[7,43] Ὁποῖα πεπόνθασιν οἱ βάρβαροι οἱ τῷ τυράννῳ Ἰωάννῃ συμμαχήσαντες. Μετὰ γὰρ τὴν τοῦ τυράννου ἀναίρεσιν οἱ βάρβαροι, οὓς ἐκεῖνος πρὸς βοήθειαν κατὰ Ῥωμαίων ἐκάλεσεν, ἕτοιμοι ἦσαν κατατρέχειν τὰ Ῥωμαίων πράγματα. Ταῦτα ὁ βασιλεὺς πυθόμενος, συνήθως τὴν περὶ τούτων φροντίδα ἐπέτρεψε τῷ Θεῷ· εὐχαῖς τε σχολάσας οὐκ εἰς μακρὰν ἐξήνυσεν ἃ ἐζήτει λαβεῖν· οἷα γὰρ δὴ καὶ ἐγένετο τοῖς βαρβάροις καλὸν ἐπακοῦσαι. Θνήσκει μὲν αὐτῶν ὁ ἔξαρχος, ᾧ ὄνομα ἦν Ῥούγας, βληθεὶς κεραυνῷ· λοιμός τε ἐπιλαβόμενος τὸ πλεῖστον τῶν ὑπ´ αὐτῷ ἀνθρώπων διέφθειρε· καὶ οὐ τοῦτο μόνον ἐξήρκεσεν· ἀλλὰ γὰρ καὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν πολλοὺς τῶν ὑπολειφθέντων ἀνάλωσεν. Καὶ τοῦτο εἰς δέος μέγιστον τοὺς βαρβάρους κατέστησεν, οὐ τοσοῦτον ὅτι πρὸς ἔθνος γενναῖον τὸ Ῥωμαίων ὅπλα ἀνταίρειν ἐτόλμησαν, ἀλλ´ ὅτι πλέον ὑπὸ ἰσχυροῦ Θεοῦ βοηθουμένους ἐφεύρισκον. Τότε δὴ καὶ ὁ ἐπίσκοπος Πρόκλος ἐκ τοῦ Ἰεζεκιὴλ προφητείαν, ἐπ´ ἐκκλησίας διδάσκων, τῇ γενομένῃ ἐκ Θεοῦ σωτηρίᾳ προσαρμόσας ἱκανῶς ἐθαυμάσθη. Ἡ δὲ προφητεία ἔστιν αὕτη· Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γὼγ ἄρχοντα, Ῥὼς, Μοσὸχ, καὶ Θόβελ. Κρινῶ γὰρ αὐτὸν θανάτῳ καὶ αἵματι, καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης. Καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ´ αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετ´ αὐτοῦ, καὶ εἰς ἔθνη πολλὰ μετ´ αὐτοῦ. Καὶ μεγαλυνθήσομαι, καὶ ἐνδοξασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον πολλῶν ἐθνῶν· καὶ γνώσονται ὅτι ἐγὼ εἰμὶ ὁ Κύριος. Σφόδρα μὲν οὖν, ὡς ἔφην, ἐθαυμάσθη ἐπὶ τούτοις ὁ Πρόκλος. Τῷ δέ γε βασιλεῖ διὰ τὴν πρᾳότητα καὶ ἄλλα μὲν πλεῖστα παρεῖχεν ἡ τοῦ Θεοῦ πρόνοια· ἓν δὲ κἀκεῖνο.

[7,44] Ὡς ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὁ νέος Εὐδοξίαν ἔγημε τὴν θυγατέρα Θεοδοσίου. Ἦν αὐτῷ θυγάτηρ ἐκ τῆς γαμετῆς Εὐδοκίας, ὄνομα Εὐδοξία· ταύτην Οὐαλεντινιανὸς ὁ ἀνεψιὸς, ὁ ὑπ´ αὐτοῦ τῶν ἑσπερίων μερῶν καταστὰς βασιλεὺς, ᾔτησε πρὸς γάμον λαβεῖν. Ὡς δὲ ὁ βασιλεὺς ἐπένευσε Θεοδόσιος, καὶ ἐβουλεύοντο ἐν μεσαιχμίῳ που τοὺς γάμους τελέσαι, ἐδόκει δὲ μερισαμένους τὴν ὁδὸν ἐν τῇ Θεσσαλονίκῃ τοῦτο ποιῆσαι, μηνύει Οὐαλεντινιανὸς, ‘μὴ σκύλλεσθαι, αὐτὸς γὰρ ἥξειν εἰς τὴν Κωνσταντινούπολιν.’ Ἀσφαλισάμενος οὖν τὰ ἑσπέρια μέρη αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν παραγίνεται τοῦ γάμου χάριν. Οὗ ἐπιτελεσθέντος ἐν ὑπατείᾳ Ἰσιδώρου καὶ Σινάτορος, λαβὼν τὴν γαμετὴν, αὖθις ἐπὶ τὰ ἑσπέρια μέρη ἀνέδραμεν· τοιοῦτο μὲν οὖν καὶ τόδε τῷ βασιλεῖ εὐτύχημα γέγονεν.

[7,45] Ὡς ὁ ἐπίσκοπος Πρόκλος πέπεικε τὸν βασιλέα τὸ σῶμα Ἰωάννου μετακομίσαι εἰς Κωνσταντινούπολιν ἀπὸ τῆς ἐξορίας, καὶ ἐν τῇ τῶν ἀποστόλων ἐκκλησίᾳ καταθέσθαι. Οὐκ εἰς μακρὰν δὲ μετὰ τόνδε τὸν χρόνον καὶ ὁ ἐπίσκοπος Πρόκλος τοὺς χωριζομένους διὰ τὴν τοῦ ἐπισκόπου Ἰωάννου καθαίρεσιν ἐπανήγαγε, φρονήσει παραμυθησάμενος τὴν λύπην αὐτῶν· τί δὲ τοῦτο ἦν λεκτέον. Τὸ σῶμα Ἰωάννου ἐν Κομάνοις τεθαμμένον, βασιλέα πείσας, τριακοστῷ πέμπτῳ ἔτει μετὰ τὴν καθαίρεσιν, εἰς τὴν Κωνσταντινούπολιν μετεκόμισε. Καὶ μετὰ πολλῆς τιμῆς δημοσίᾳ πομπεύσας αὐτὸ εἰς τὴν ἐπώνυμον τῶν Ἀποστόλων ἐκκλησίαν ἀπέθετο. Πεισθέντες οὖν ἐπὶ τούτῳ οἱ δι´ αὐτὸν χωριζόμενοι τῇ ἐκκλησίᾳ ἡνώθησαν· καὶ γέγονεν τῇ ἑξκαιδεκάτῃ ὑπατείᾳ τοῦ βασιλέως Θεοδοσίου, περὶ τὴν ἑβδόμην καὶ εἰκάδα τοῦ Ἰαννουαρίου μηνός. Θαυμάσαι δέ μοι ἔπεισι, πῶς ὁ φθόνος Ὠριγένους μὲν τελευτήσαντος ἥψατο, Ἰωάννου δὲ ἐφείσατο. Ὁ μὲν γὰρ μετὰ διακόσια ἔτη που τῆς ἑαυτοῦ τελευτῆς ὑπὸ Θεοφίλου ἀκοινώνητος γέγονεν· Ἰωάννης δὲ τριακοστῷ πέμπτῳ ἔτει μετὰ τὴν τελευτὴν εἰς κοινωνίαν ὑπὸ Πρόκλου ἐδέχθη. Τοσοῦτον Πρόκλος Θεοφίλου τῷ τρόπῳ διήνεγκεν· ἀλλὰ ταῦτα μὲν ὅπως γέγονέ τε καὶ ἀεὶ γίνεται, τοὺς σωφρονοῦντας οὐ διαφεύγει.

[7,46] Περὶ τοῦ θανάτου Παύλου τοῦ Ναυατιανῶν ἐπισκόπου, καὶ τοῦ μετ´ αὐτὸν χειροτονηθέντος Μαρκιανοῦ. Ὀλίγον δὲ μετὰ τὴν τοῦ σώματος Ἰωάννου ἀπόθεσιν καὶ Παῦλος ὁ τῆς τῶν Ναυατιανῶν ἐκκλησίας ἐτελεύτησεν, ἐν ὑπατείᾳ τῇ αὐτῇ, περὶ τὴν μίαν καὶ εἰκάδα τοῦ Ἰουλίου μηνός. Ὃς τῇ ἑαυτοῦ ἐκκομιδῇ πάσας τὰς διαφόρους αἱρέσεις τρόπον τινὰ μίαν ἐκκλησίαν εἰργάσατο. Πᾶσαι γὰρ αὐτοῦ τὸ σῶμα ἄχρι τοῦ μνήματος σὺν ψαλμῳδίαις παρέπεμπον, ἐπείπερ καὶ ζῶν διὰ βίου ὀρθότητα πάσαις ἐπέραστος ἦν. Ἐπεὶ δὲ Παῦλος ἄξιον μνήμης τελευτᾷν μέλλων διεπράξατο, χρειῶδες εἶναι ἡγοῦμαι τῇδε τῇ ἱστορίᾳ αὐτὸ προσθεῖναι, πρὸς ὠφέλειαν τῶν ἐντυγχανόντων αὐτῇ. Ὅτι μὲν γὰρ ἀρρωστῶν τῇ συνήθει τῆς ἀσκήσεως διαίτῃ ἐχρῆτο, μηδαμῶς παρεκβαίνων αὐτὴν, καὶ ὡς οὐ διέλιπε τὰς εὐχὰς ἀόκνως ἐκτελῶν, παραλιπεῖν μοι δοκῶ, ἵνα μὴ περὶ τοῦτο διατρίβων ἀμαυρώσω τὴν ἀξίαν μνήμης, ὡς ἔφην, καὶ ἐπωφελῆ πρᾶξιν αὐτοῦ. Τίς δέ ἐστιν ἤδη λεκτέον· μέλλων τελευτᾷν, πάντας τοὺς τῶν ὑπ´ αὐτὸν ἐκκλησιῶν ἱερωμένους μεταπεμψάμενος, ‘Φροντίσατε,’ ἔφη, ‘ἀναδεῖξαί τινα ἐπίσκοπον, ἕως ἔτι ἐν πνέουσιν εἰμί· ἵνα μὴ μετὰ ταῦτα ταραχὴν αἱ ἐκκλησίαι ὑμῶν ὑπομείνωσι.’ Τῶν δὲ λεγόντων, ‘μὴ αὐτοῖς τὴν περὶ τούτου ψῆφον ἐπιτρέπειν, ἄλλος γὰρ ἄλλο κριτήριον ἔχοντες οὐδαμῶς τὸν αὐτὸν ὀνομάσαιμεν, ἀλλ´ αὐτόν σε ἀναδεικνύναι ὃν βούλει αἱρούμεθα.’ ‘Οὐκοῦν,’ ἔφη ὁ Παῦλος, ‘ἔγγραφόν μοι τὴν ὁμολογίαν ταύτην ἐπίδοτε, ὅτι τοῦτον αἱρεῖσθε, ὃν ἂν ἐγὼ αὐτὸς ψηφισαίμην.’ Τῶν δὲ τοῦτο ποιησάντων καὶ ὑπογραψάντων, αὐτὸς ἀνακαθίσας τῆς κλίνης καὶ λαθὼν τοὺς παρόντας ἐνέγραψεν ὄνομα Μαρκιανοῦ· ὃς ἐν μὲν τῇ τῶν πρεσβυτέρων τάξει ἐτέτακτο, καὶ ὑπ´ αὐτῷ τὸν ἀσκητικὸν ἐπαιδεύετο βίον, ἀπεδήμει δὲ τηνικαῦτα. Εἶτα σφραγίσας αὐτὸς, καὶ τοὺς πρώτους τοῦ πρεσβυτερίου ἐπισφραγίσαι ποιήσας, παρέθετο τοῦτο τὸ βιβλίον Μάρκῳ, ὅστις ἐν Σκυθίᾳ Ναυατιανῶν ἐπίσκοπος ἦν, τότε δὲ ἐπεδήμει τῇ πόλει· καὶ τάδε ἔφη πρὸς αὐτόν· ‘Εἰ μὲν θέλει Θεὸς ἔτι με περιεῖναι εἰς τόνδε τὸν βίον, τήνδε μοι παρακαταθήκην φυλάξας ἀπόδος· εἰ δέ με δοκεῖ αὐτῷ μεταστῆσαι, ἐν τούτῳ εὑρήσεις τὸν ὑπ´ ἐμοῦ μετ´ ἐμὲ ψηφισθέντα ἐπίσκοπον.’ Ταῦτα εἰπὼν ἐτελεύτησε. Τρίτῃ οὖν μετὰ τὴν τελευτὴν ἡμέρᾳ ἀνελίξαντες τὸ βιβλίον ἐπὶ πλήθους πολλοῦ, καὶ εὑρόντες τὸ Μαρκιανοῦ ὄνομα, πάντες μὲν ‘ἄξιον εἶναι’ ἐβόων· καὶ μὴ μελλήσαντες ἐξαπέστειλαν τοὺς συλληψομένους αὐτόν. Οἱ δὲ δόλῳ ἀγαθῷ ἐν Τιβερίου πόλει τῆς Φρυγίας διάγοντα συλλαβόντες ἄγουσι, καὶ περὶ τὴν μίαν καὶ εἰκάδα τοῦ αὐτοῦ μηνὸς χειροτονηθέντα ἐνθρονίζουσι. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον εἰρήσθω.

[7,47] Ὡς ὁ βασιλεὺς Θεοδόσιος Εὐδοκίαν τὴν ἑαυτοῦ γαμετὴν εἰς τὰ Ἱεροσόλυμα ἐξαπέστειλε. Ὁ μέντοι βασιλεὺς Θεοδόσιος χαριστηρίους εὐχὰς ἀνθ´ ὧν εὐηργέτητο προσέφερε τῷ Θεῷ· καὶ ταῦτα ἐποίει ἐξαιρέτοις τιμαῖς γεραίρων τὸν Χριστόν. Καὶ τὴν γαμετὴν Εὐδοκίαν ἐπὶ τὰ Ἱεροσόλυμα ἔπεμπεν· καὶ γὰρ αὐτὴ ταύτην εὐχὴν ἐπιτελέσειν ἐπηγγέλλετο, ἐὰν τὴν θυγατέρα γαμηθεῖσαν ἐπόψηται. Ἀλλὰ αὕτη μὲν καὶ τὰς περὶ Ἱεροσόλυμα ἐκκλησίας καὶ πάσας τὰς ἐν ταῖς ἀνατολικαῖς πόλεσι ποικίλως ἐτίμησεν, ἔν τε τῷ ἀπιέναι καὶ αὖθις ἐπανιοῦσα.

[7,48] Περὶ Θαλασσίου τοῦ Καισαρείας Καππαδοκίας ἐπισκόπου. Πρόκλος δὲ ὁ ἐπίσκοπος κατὰ τὸν αὐτὸν τοῦτον χρόνον, περὶ τὴν ἑπτακαιδεκάτην ὑπατείαν τοῦ βασιλέως, πράγματι θαυμαστῷ ἐπεχείρησε, καὶ οἷον οὐδεὶς τῶν πάλαι ἐπισκόπων πεποίηκε. Φίρμου γὰρ τοῦ ἐπισκόπου ἐν Καισαρείᾳ τῆς Καππαδοκίας τελευτήσαντος, παρῆσαν Καισαρεῖς ζητοῦντες ἐπίσκοπον. Ὡς δὲ διεσκέπτετο τίνα πρὸς τὴν ἐπισκοπὴν προχειρίσαιτο, συνέβη κατὰ θέαν αὐτοῦ ἐν ἡμέρᾳ σαββάτων πάντας τοὺς τῆς γερουσίας συγκλητικοὺς ἐπὶ τὴν ἐκκλησίαν παρεῖναι. Ἐν οἷς ἦν καὶ Θαλάσσιος, ἀνὴρ τὴν ὕπαρχον χειρίσας ἀρχὴν τῶν ἐν Ἰλλυρικοῖς ἐθνῶν τε καὶ πόλεων. Μέλλοντι δὲ αὐτῷ, ὡς φήμη ἐκράτει, τὴν τῶν ἑῴων μερῶν ἐγχειρίζεσθαι παρὰ τοῦ βασιλέως φροντίδα, ἐπιβαλὼν χεῖρα ὁ Πρόκλος ἀντὶ ὑπάρχου ἐπίσκοπον τῆς Καισαρείας ἀνέδειξεν. Ἀλλὰ τὰ μὲν κατὰ τὰς ἐκκλησίας οὕτω προέκοπτεν· ἡμεῖς δὲ ἐνταῦθά που τὴν ἱστορίαν καταπαύσαντες, ἐν εἰρήνῃ διάγειν τὰς πανταχοῦ ἐκκλησίας καὶ πόλεις καὶ ἔθνη εὐχόμεθα. Εἰρήνης γὰρ οὔσης, ὑπόθεσιν οἱ ἱστοριογραφεῖν ἐθέλοντες οὐχ ἕξουσιν· ἐπεὶ καὶ ἡμεῖς, ὦ ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε Θεόδωρε, τὸ ἐπίταγμά σου ἐν ἑπτὰ βιβλίοις ἐκτείναντες, οὐκ ἂν ηὐπορήσαμεν ὑποθέσεως, εἰ οἱ φιλοῦντες τὰς στάσεις ἡσυχάζειν προῄρηντο. Περιέχει ἡ ἱστορία ἡ ἑβδόμη χρόνον ἐτῶν τριάκοντα δύο· ἡ δὲ πᾶσα τῆς ἑπτατόμου ὑπόθεσις περιέχει χρόνον ἐτῶν ἑκατὸν τεσσαράκοντα· ἀρξαμένη δὴ ἀπὸ τοῦ πρώτου ἔτους τῆς διακοσιοστῆς ἑβδομηκοστῆς πρώτης Ὀλυμπιάδος, ἐν ᾗ ἀνηγορεύθη βασιλεὺς Κωνσταντῖνος, καταπαύσασα δὲ ἐπὶ τὸ δεύτερον ἔτος τῆς τριακοσιοστῆς πέμπτης Ὀλυμπιάδος, ἐν ᾗ ἡ ἑπτακαιδεκάτη ὑπατεία τοῦ βασιλέως Θεοδοσίου δέδοτο. Τέλος ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους σχολαστικοῦ.